Humanitext Reader

ポリュビオス · 歴史 §8.20.1-8.20.12

アカイオスの捕縛とアンティオコスへの引渡し

580 / 1311 箇所 · ギリシア語

要旨

ボリスとアリアノスはアカイオスを伏兵のいる場所に誘い出し、ボリスはアカイオスの正体を見破って彼を捕らえる。縛られたアカイオスはアンティオコスの前に連行され、王はアカイオスのあまりの没落に運命の非情さを感じて涙を流す。

§8.20.1ἐπεὶ δὲ συνέμιξαν τοῖς περὶ τὸν Ἀριανόν, ἡγεῖτο μὲν αὐτὸς αὐτῶν διὰ τὴν ἐμπειρίαν, ὁ δὲ Βῶλις κατόπιν ἐπέστη κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀπορῶν καὶ δυσχρηστούμενος ὑπὲρ τοῦ συμβαίνοντος·
アリアノスの一行と合流すると、アリアノス自身がその経験のために彼らを案内し、ボリスは当初の計画に従って最後尾につき、生じている事態について当惑し、手を焼いていた。
§8.20.2καίπερ γὰρ ὢν Κρὴς καὶ πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας, ὅμως οὐκ ἠδύνατο διὰ τὸ σκότος συννοῆσαι τὸν Ἀχαιόν, οὐχ οἷον τίς ἐστιν, ἀλλʼ οὐδὲ καθάπαξ εἰ πάρεστι.
というのも、彼はクレタ人であり、他者に対してあらゆることを疑いかねない者であったにもかかわらず、暗闇のためにアカイオスを、彼が誰であるかということどころか、そもそもそこにいるのかどうかさえも識別することができなかったからである。
§8.20.3τῆς δὲ καταβάσεως κρημνώδους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν, §8.20.4οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός.
下り道は、その大半が険しく歩きにくく、いくつかの場所では極めて不安定で危険な下り坂になっていたため、そのような場所に差しかかるたびに、ある者たちはアカイオスを支え、他の者たちは彼を受け止めていたが、彼らが現在の状況に合わせて、長年の習慣による敬意をまったく抑えることができなかったため、ボリスはすぐに、彼らのうちの誰が、いかなる者がアカイオスであるかを察知した。
§8.20.5ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέδωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέδρας ἐπελάβοντο, §8.20.6τὸν δʼ Ἀχαιὸν αὐτὸς ὁ Βῶλις ὁμοῦ τοῖς ἱματίοις, ἔνδον τὰς χεῖρας ἔχοντα, συνήρπασε, φοβηθεὶς μὴ συννοήσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν·
そして、彼らがカンビュロスのためにあらかじめ定められていた場所に到着し、ボリスが口笛を吹いて合図を送ると、伏兵から立ち上がった者たちが他の者たちを捕らえ、アカイオス自身については、ボリス自らが、彼が衣類の中に両手を入れている状態で、衣類ごと彼を羽交い締めにした。 これは、起こっていることを察知して、自分を自害させようと試みるのではないかと恐れたためである。
καὶ γὰρ εἶχε μάχαιραν ἐφʼ αὑτῷ παρεσκευασμένος.
実際、彼は万一に備えて短刀を身につけていたのである。
§8.20.7ταχὺ δὲ καὶ πανταχόθεν κυκλωθεὶς ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς, καὶ παραχρῆμα μετὰ τῶν φίλων ἀνήγετο πρὸς τὸν Ἀντίοχον.
彼はたちまち四方から取り囲まれて敵の手中に落ち、ただちに友人たちとともにアンティオコスのもとへと連行された。
§8.20.8ὁ δὲ βασιλεύς, πάλαι μετέωρος ὢν τῇ διανοίᾳ καὶ καραδοκῶν τὸ συμβησόμενον, ἀπολύσας τοὺς ἐκ τῆς συνουσίας ἔμενε μόνος ἐγρηγορὼς ἐν τῇ σκηνῇ μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων.
王は、かねてより心が浮き立ち、何が起こるかを待ち望んでおり、会合の同席者たちを退散させて、二、三人の護衛兵とともに天幕の中で一人、目覚めたまま待っていた。
§8.20.9παρεισελθόντων δὲ τῶν περὶ τὸν Καμβύλον καὶ καθισάντων τὸν Ἀχαιὸν ἐπὶ τὴν γῆν δεδεμένον, εἰς τοιαύτην ἀφασίαν ἦλθε διὰ τὸ παράδοξον ὥστε πολὺν μὲν χρόνον ἀποσιωπῆσαι, τὸ δὲ τελευταῖον συμπαθὴς γενέσθαι καὶ δακρῦσαι.
カンビュロスの一行が入り込み、縛られたアカイオスを床に座らせると、王はその不意の出来事にひどく呆然自失となり、長い間沈黙し、最後には同情を禁じ得ず、涙を流すほどであった。
τοῦτο δʼ ἔπαθεν ὁρῶν, §8.20.10ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύλακτον καὶ παράλογον τῶν ἐκ τῆς τύχης συμβαινόντων.
彼がこのようになったのは、私に思われるところでは、運命による出来事の防ぎ難さと理不尽さを目の当たりにしたからであった。
§8.20.11Ἀχαιὸς γὰρ ἦν Ἀνδρομάχου μὲν υἱὸς τοῦ Λαοδίκης ἀδελφοῦ τῆς Σελεύκου γυναικός, ἔγημε δὲ Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, κύριος δʼ ἐγεγόνει τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.
というのも、アカイオスは、セレウコスの妻ラオディケの兄弟であるアンドロマコスの息子であり、ミトリダテス王の娘ラオディケを妻に娶り、タウロス山脈のこちら側の全域を支配する主となっていたからである。
§8.20.12δοκῶν δὲ τότε καὶ ταῖς αὑτοῦ δυνάμεσι καὶ ταῖς τῶν ὑπεναντίων ἐν ὀχυρωτάτῳ τόπῳ τῆς οἰκουμένης διατρίβειν, ἐκάθητο δεδεμένος ἐπὶ τῆς γῆς, ὑποχείριος γενόμενος τοῖς ἐχθροῖς, οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων.
当時は、彼自身の軍勢にとっても敵の軍勢にとっても、世界の最も堅固な場所に滞在していると考えられていたのに、縛られて床に座っており、実行した者たちを除いては、誰一人として、起きたことを全く知らない状態であった。

語釈・文法注

  1. §8.20.2πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας — 潜在の ἄν が過去分詞 ὑποπτεύσας と共に用いられ、「(本来なら)他者に対してあらゆることを疑いかねない者」という潜在的な傾向または条件的な可能性を表している。
  2. §8.20.3τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν — 独立属格構文。属格主語の τῶν μὲν / τῶν δὲ は文脈から、アカイオスの同伴者(友人たち)を指している。
  3. §8.20.4οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν — 独立属格構文。不定詞 στέλλεσθαι は受動または中動態で、「(自らの尊崇の念を)抑える、控える、縮小する」という意味で用いられており、アカイオスの身分を隠すための振る舞いができなかったことを示す。
  4. §8.20.6φοβηθεὶς μὴ συννοῆσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν — 懸念を示す μὴ 節。主節の主動詞(συνήρπασε)が過去時制であるため、従属節の動詞には希求法(ἐπιβάλοιτο)が用いられている。
  5. §8.20.9τοῦτο δʼ ἔπαθεν ὁρῶν, ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύλακτον καὶ παράλογον — 分詞 ὁρῶν(〜を見て)の直接の目的語は §8.20.10 の τὸ δυσφύλακτον καὶ παράλογον(防ぎ難さと理不尽さ)であり、その間に ὡς ἔμοιγε δοκεῖ(私に思われるところでは)という著者の挿入句が挟まれている。
  6. §8.20.12οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων — 独立属格構文。οὐδέπω と οὐθενὸς による二重否定が強い全称否定(「いかなる者も全く〜ない」)を構成している。

この箇所を引用する

ポリュビオス, 歴史 §8.20.1-8.20.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.20.1-8.20.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。