Humanitext Reader

波利比奥斯 · 历史 §8.20.1-8.20.12

阿开乌斯被捕并押解至安条克面前

第 580 段,共 1311 段 · 希腊语

内容简介

玻利斯和阿里亚诺斯将阿开乌斯引至埋伏地点,玻利斯识破了阿开乌斯的身份并将其逮捕。被绑着的阿开乌斯被押送到安条克面前,国王因其巨大的坠落和命运的无常而流下眼泪。

§8.20.1ἐπεὶ δὲ συνέμιξαν τοῖς περὶ τὸν Ἀριανόν, ἡγεῖτο μὲν αὐτὸς αὐτῶν διὰ τὴν ἐμπειρίαν, ὁ δὲ Βῶλις κατόπιν ἐπέστη κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀπορῶν καὶ δυσχρηστούμενος ὑπὲρ τοῦ συμβαίνοντος·
当他们与阿里亚诺斯的人会合时,阿里亚诺斯本人因其经验而走在前面引导他们,而玻利斯则按照最初的计划紧随其后,对所发生的事情感到困惑和为难。
§8.20.2καίπερ γὰρ ὢν Κρὴς καὶ πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας, ὅμως οὐκ ἠδύνατο διὰ τὸ σκότος συννοῆσαι τὸν Ἀχαιόν, οὐχ οἷον τίς ἐστιν, ἀλλʼ οὐδὲ καθάπαξ εἰ πάρεστι.
因为尽管他是克里特人,甚至会怀疑旁人的任何事情,但他仍然因为黑暗而无法辨认出阿开乌斯,不仅无法辨认他是谁,甚至连他是否在场都根本无法确定。
§8.20.3τῆς δὲ καταβάσεως κρημνώδους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν, §8.20.4οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός.
由于下山的路大部分陡峭且难以行进,有些地方甚至有极度危险和不稳定的下坡,每当他们来到这样一个地方时,一些人就搀扶着阿开乌斯,另一些人则接住他,因为他们根本无法压抑平日里习惯的敬意以适应眼前的时局,玻利斯很快就明白了他们之中谁是阿开乌斯以及是怎样的一位。
§8.20.5ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέδωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέδρας ἐπελάβοντο, §8.20.6τὸν δʼ Ἀχαιὸν αὐτὸς ὁ Βῶλις ὁμοῦ τοῖς ἱματίοις, ἔνδον τὰς χεῖρας ἔχοντα, συνήρπασε, φοβηθεὶς μὴ συννοήσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν· καὶ γὰρ εἶχε μάχαιραν ἐφʼ αὑτῷ παρεσκευασμένος.
当他们到达为坎比尤洛斯指定的地点,玻利斯吹口哨发出信号时,那些从伏击中站起来的人抓住了其余的人,而玻利斯亲自将阿开乌斯连同他的衣服一起紧紧抱住,因为他的双手藏在衣服里,这是因为玻利斯担心他一旦察觉到发生的事情,会企图自杀;事实上,他身上确实带有一把备用的短刀。
§8.20.7ταχὺ δὲ καὶ πανταχόθεν κυκλωθεὶς ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς, καὶ παραχρῆμα μετὰ τῶν φίλων ἀνήγετο πρὸς τὸν Ἀντίοχον.
他很快被四面面包围,落入敌手,并立即与他的朋友们一起被带到安条克面前。
§8.20.8ὁ δὲ βασιλεύς, πάλαι μετέωρος ὢν τῇ διανοίᾳ καὶ καραδοκῶν τὸ συμβησόμενον, ἀπολύσας τοὺς ἐκ τῆς συνουσίας ἔμενε μόνος ἐγρηγορὼς ἐν τῇ σκηνῇ μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων.
国王早已心神不定,期待着将要发生的事情,他打发走了随从,独自在天幕中与两三个卫兵一起保持清醒地等待着。
§8.20.9παρεισελθόντων δὲ τῶν περὶ τὸν Καμβύλον καὶ καθισάντων τὸν Ἀχαιὸν ἐπὶ τὴν γῆν δεδεμένον, εἰς τοιαύτην ἀφασίαν ἦλθε διὰ τὸ παράδοξον ὥστε πολὺν μὲν χρόνον ἀποσιωπῆσαι, τὸ δὲ τελευταῖον συμπαθὴς γενέσθαι καὶ δακρῦσαι.
当坎比尤洛斯的人进来并让被绑着的阿开乌斯坐在地上时,国王因这出乎意料的事态而陷入了极度的无言状态,以致于沉默了很久,最后产生同情并流下泪来。
τοῦτο δʼ ἔπαθεν ὁρῶν, §8.20.10ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύλακτον καὶ παράλογον τῶν ἐκ τῆς τύχης συμβαινόντων.
他之所以如此,是因为他看到了—— 在我看起,是看到了命运所带来的那些难以防备和出乎意料的变故。
§8.20.11Ἀχαιὸς γὰρ ἦν Ἀνδρομάχου μὲν υἱὸς τοῦ Λαοδίκης ἀδελφοῦ τῆς Σελεύκου γυναικός, ἔγημε δὲ Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, κύριος δʼ ἐγεγόνει τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.
因为阿开乌斯是安德罗马库斯之子,而安德罗马库斯是塞琉古之妻拉奥狄克的兄弟;他娶了国王米特里达梯的女儿拉奥狄克,并已成为托罗斯山脉以西整个地区的统治者。
§8.20.12δοκῶν δὲ τότε καὶ ταῖς αὑτοῦ δυνάμεσι καὶ ταῖς τῶν ὑπεναντίων ἐν ὀχυρωτάτῳ τόπῳ τῆς οἰκουμένης διατρίβειν, ἐκάθητο δεδεμένος ἐπὶ τῆς γῆς, ὑποχείριος γενόμενος τοῖς ἐχθροῖς, οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων.
当时无论是在他自己的军队还是对手的军队看来,他都处于世上最坚固的地方,而此时他却被绑着坐在地上,落入敌手,除了那些执行者之外,竟然完全没有任何人知道所发生的事情。

词汇与语法注释

  1. §8.20.2πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας — 潜在虚词 ἄν 与分词 ὑποπτεύσας 连用,表示潜在的倾向或条件式的可能性,指代一个“本会对旁人怀疑任何事”的人。
  2. §8.20.3τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν — 独立属格结构。属格主语 τῶν μὲν 与 τῶν δὲ 从上下文隐式地指代阿开乌斯的同伴(朋友们)。
  3. §8.20.4οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν — 独立属格从句。不定式 στέλλεσθαι 为受动或中动态,意为“克制”或“收敛(平日的尊崇)”,说明他们未能掩饰对阿开乌斯的敬意,从而暴露了他的伪装。
  4. §8.20.6φοβηθεὶς μὴ συννοῆσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν — 由 μὴ 引导的表示担心的从句。由于主句的主动词(συνήρπασε)为过去时态,因此从句动词使用了祈愿法(ἐπιβάλοιτο)。
  5. §8.20.9τοῦτο δʼ ἔπαθεν ὁρῶν, ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύλακτον καὶ παράλογον — 分词 ὁρῶν(看到)的直接宾语是 §8.20.10 中的 τὸ δυσφύλακτον καὶ παράλογον(难以防备和出乎意料),中间插入了作者的插入语 ὡς ἔμοιγε δοκεῖ(在我看来)。
  6. §8.20.12οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων — 独立属格结构。双重否定词 οὐδέπω 与 οὐθενὸς 结合,构成强烈的全称否定(“完全没有任何人知道”)。

引用这一段

波利比奥斯, 历史 §8.20.1-8.20.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.20.1-8.20.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。