§8.18.1ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδοκίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρουσίαν τοῦ Βώλιδος·
そこでアカイオスは、このような期待と算段のうちにあって、ボリスの到来を待ちわびていた。
§8.18.2οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀναγνόντες, ἐξέπεμπον τὸν Βῶλιν, παρακαλέσαντες διὰ πλειόνων καὶ μεγάλας ἐλπίδας ὑποδείξαντες, ἐὰν καθίκηται τῆς ἐπιβολῆς.
一方、メラんコマスの一行は、アリアノスを迎え入れ、手紙を読むと、ボリスを送り出したが、その際、言葉を尽くして彼を励まし、もしこの企てを成し遂げたなら大きな希望が持てることを暗に示した。
§8.18.3ὁ δὲ προδιαπεμψάμενος τὸν Ἀριανόν, καὶ δηλώσας τῷ Καμβύλῳ τὴν αὑτοῦ παρουσίαν, ἧκε νυκτὸς ἐπὶ τὸν συντεθέντα τόπον.
ボリスは、アリアノスをあらかじめ派遣し、カビュロスに自分の到着を知らせておいた上で、夜間に約束の場所へとやって来た。
§8.18.4γενόμενοι δὲ μίαν ἡμέραν ἐπὶ ταὐτό, καὶ συνταξάμενοι περὶ τοῦ πῶς χειρισθήσεται τὰ κατὰ μέρος, μετὰ ταῦτα νυκτὸς εἰσῆλθον εἰς τὴν παρεμβολήν.
彼らは一日を同じ場所で過ごし、細部をどのように処理するかについて打ち合わせを済ませた後、夜になって陣営に入った。
§8.18.5ἡ δὲ διάταξις αὐτῶν ἐγεγόνει τοιαύτη τις·
彼らの計画は以下のようなものであった。
εἰ μὲν συμβαίη τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἐλθεῖν μόνον ἢ καὶ δεύτερον μετὰ τοῦ Βώλιδος καὶ Ἀριανοῦ, τελέως εὐκαταφρόνητος, ἔτι δʼ εὐχείρωτος ἔμελλε γίνεσθαι τοῖς ἐνεδρεύουσιν·
もしアカイオスが、ボリスとアリアノスの他には、一人きりか、あるいは連れがもう一人だけで砦から出てくることになれば、待ち伏せしている者たちにとって、彼は完全に侮りやすく、また捕らえやすいものとなるはずであった。
§8.18.6εἰ δὲ μετὰ πλειόνων, δύσχρηστος ἡ πρόθεσις ἀπέβαινε τοῖς πεπιστευμένοις, ἄλλως τε καὶ ζωγρίᾳ σπεύδουσι κυριεῦσαι διὰ τὸ τῆς πρὸς τὸν Ἀντίοχον χάριτος τὸ πλεῖστον ἐν τούτῳ κεῖσθαι τῷ μέρει.
しかし、もしより多くの者を連れてくるならば、任務を委ねられた者たちにとってこの計画は困難なものとなる。 とりわけ彼らはアカイオスを生け捕りにすることに急いでいたが、それは、アンティオコスからの好意の大部分が、まさにこの点にかかっていたからである。
§8.18.7διόπερ ἔδει τὸν μὲν Ἀριανόν, ὅταν ἐξάγῃ τὸν Ἀχαιόν, ἡγεῖσθαι διὰ τὸ γινώσκειν τὴν ἀτραπόν, ᾗ πολλάκις ἐπεποίητο καὶ τὴν εἴσοδον καὶ τὴν ἔξοδον,
それゆえ、アリアノスは、アカイオスを連れ出す際、その小道を知っているがために先頭を歩く必要があった。 彼はその道を何度も出入りに使っていたからである。
§8.18.8τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵνʼ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότʼ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθʼ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ.
一方、ボリスは他の者たちの後ろに付き従うこととし、それは、カビュロスによって待ち伏せの者たちが待機しているはずの場所に到着したときに、ボリスがアカイオスに掴みかかって彼を押さえ込むためであった。 そうすれば、夜間で木々が生い茂る場所ゆえの混乱に乗じてアカイオスが逃げ去ることも、あるいは取り乱して崖から身を投げることもなく、計画通りに生きたまま敵の手に落ちるからである。
§8.18.9τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον.
これらのことが取り決められ、ボリスがカビュロスのもとに到着すると、彼がやって来たその夜に、カビュロスはボリスをアンティオコスのもとへと連れていき、一対一で会わせた。
§8.18.10ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,
王は彼を親切に迎え入れ、自らの約束に対して誓約を与え、目の前にある課題についてこれ以上引き延ばさないよう二人を大いに督励した。 そこで彼らは一旦、自分たちの陣営へと戻った。
§8.18.11ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.
そして夜明け近くになって、ボリスはアリアノスとともに登り、まだ夜が明けきらぬうちに砦の内部へと入った。