§8.18.1ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδοκίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρουσίαν τοῦ Βώλιδος·
因此,阿开乌斯在这样的期待与算段之中,焦急地等待着玻利斯的到来。
§8.18.2οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀναγνόντες, ἐξέπεμπον τὸν Βῶλιν, παρακαλέσαντες διὰ πλειόνων καὶ μεγάλας ἐλπίδας ὑποδείξαντες, ἐὰν καθίκηται τῆς ἐπιβολῆς.
另一方面,梅兰科马斯等人接见了阿里亚诺斯并阅读了来信,随后便派遣了玻利斯,极力勉励他,并向他展示了巨大的希望,只要他能够成功实现这一计划。
§8.18.3ὁ δὲ προδιαπεμψάμενος τὸν Ἀριανόν, καὶ δηλώσας τῷ Καμβύλῳ τὴν αὑτοῦ παρουσίαν, ἧκε νυκτὸς ἐπὶ τὸν συντεθέντα τόπον.
玻利斯预先派出了阿里亚诺斯,向坎比洛斯表明自己的到来,并在夜间来到了约定的地点。
§8.18.4γενόμενοι δὲ μίαν ἡμέραν ἐπὶ ταὐτό, καὶ συνταξάμενοι περὶ τοῦ πῶς χειρισθήσεται τὰ κατὰ μέρος, μετὰ ταῦτα νυκτὸς εἰσῆλθον εἰς τὴν παρεμβολήν.
他们在同一地点共度了一天,商定好了如何处理各个具体细节,随后便在夜间进入了营地。
§8.18.5ἡ δὲ διάταξις αὐτῶν ἐγεγόνει τοιαύτη τις· εἰ μὲν συμβαίη τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἐλθεῖν μόνον ἢ καὶ δεύτερον μετὰ τοῦ Βώλιδος καὶ Ἀριανοῦ, τελέως εὐκαταφρόνητος, ἔτι δʼ εὐχείρωτος ἔμελλε γίνεσθαι τοῖς ἐνεδρεύουσιν· §8.18.6εἰ δὲ μετὰ πλειόνων, δύσχρηστος ἡ πρόθεσις ἀπέβαινε τοῖς πεπιστευμένοις, ἄλλως τε καὶ ζωγρίᾳ σπεύδουσι κυριεῦσαι διὰ τὸ τῆς πρὸς τὸν Ἀντίοχον χάριτος τὸ πλεῖστον ἐν τούτῳ κεῖσθαι τῷ μέρει.
他们的计划大致如下:如果阿开乌斯独自一人,或者只带着第二个人,与玻利斯和阿里亚诺斯一起走出城堡,那么对于埋伏的人来说,他将是完全不足为虑、且极其容易下手的;但如果他带着更多的人,对于受托实施这一计划的人来说,事情就会变得棘手,尤其是因为他们急于生擒他,因为能否获得安条克极大的赏识主要取决于这部分。
§8.18.7διόπερ ἔδει τὸν μὲν Ἀριανόν, ὅταν ἐξάγῃ τὸν Ἀχαιόν, ἡγεῖσθαι διὰ τὸ γινώσκειν τὴν ἀτραπόν, ᾗ πολλάκις ἐπεποίητο καὶ τὴν εἴσοδον καὶ τὴν ἔξοδον,
因此,当阿里亚诺斯领着阿开乌斯出来时,必须由他领路,因为他熟悉这条小道,他曾多次走这条路进进出出。
§8.18.8τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵνʼ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότʼ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθʼ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ.
而玻利斯则在其他人后面跟随,以便当他到达由于坎比洛斯的安排而有伏兵严阵以待的地点时,能立即抓住并制服阿开乌斯,使他既不会在夜色中的林木地带趁乱逃脱,也不会因陷入绝境而跳下悬崖,从而能够按照计划活生生地落入敌人的手中。
§8.18.9τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον.
这些事商定完毕后,玻利斯来到了坎比洛斯那里。 就在他抵达的那天夜里,坎比洛斯带着玻利斯去见安条克,进行单独会面。
§8.18.10ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,
国王亲切地接见了他们,对自己的诺言作出了保证,并极力督促他们两人不要再拖延眼前的任务,随后他们便退回了自己的营地。
§8.18.11ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.
拂晓前,玻利斯与阿里亚诺斯一同上山,在天还未亮时进入了城堡。