§8.17.1καὶ λαβὼν καιρὸν πρῶτον ὁ Καμβύλος προσφέρει τῷ βασιλεῖ τὸν λόγον. §8.17.2ὁ δʼ Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθʼ ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ παρασκευὰς αὐτῶν. §8.17.3μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν τὴν πρᾶξιν. §8.17.4τὸ δὲ παραπλήσιον ὁ Βῶλις ἐποίει πρὸς τὸν Νικόμαχον καὶ Μελαγκόμαν. οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παραυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς, §8.17.5οὕτως ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστολῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γεγραμμένων, ἐξαπέστειλαν παρακαλοῦντες πιστεύειν τοῖς περὶ τὸν Βῶλιν καὶ τὸν Καμβύλον. §8.17.6ὁ δʼ Ἀριανὸς διὰ τοῦ Καμβύλου παρελθὼν εἰς τὴν ἄκραν τὰ γεγραμμένα τοῖς περὶ τὸν Ἀχαιὸν ἀπέδωκε, καὶ συμπαρὼν ἀπὸ τῆς ἀρχῆς τοῖς γινομένοις ἀκριβῶς τὸν κατὰ μέρος ὑπὲρ ἑκάστων ἀπεδίδου λόγον, πολλάκις μὲν καὶ ποικίλως ὑπὲρ τῶν κατὰ τὸν Σωσίβιον καὶ Βῶλιν ἀνακρινόμενος, πολλάκις δὲ περὶ Νικομάχου καὶ Μελαγκόμα, μάλιστα δὲ περὶ τῶν κατὰ τὸν Καμβύλον. §8.17.7οὐ μὴν ἀλλʼ αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους, καὶ μάλιστα διὰ τὸ μὴ γινώσκειν τὸ συνέχον τῶν τῷ Καμβύλῳ καὶ Βώλιδι δεδογμένων. §8.17.8Ἀχαιὸς δὲ καὶ διὰ τῶν ἀνακρίσεων τῶν τοῦ Ἀριανοῦ καὶ μάλιστα διὰ τῶν παρὰ τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθημάτων πιστεύσας ἀντεφώνησε, καὶ παραχρῆμα πάλιν ἐξέπεμψε τὸν Ἀριανόν. §8.17.9πλεονάκις δὲ τούτου γινομένου παρʼ ἑκατέρων, τέλος οἱ περὶ τὸν Ἀχαιὸν ἐπέτρεψαν περὶ σφῶν τοῖς περὶ τὸν Νικόμαχον, ἅτε μηδεμιᾶς ἄλλης ἐλπίδος ἔτι καταλειπομένης πρὸς σωτηρίαν, καὶ πέμπειν ἐκέλευον ἅμα τῷ Ἀριανῷ τὸν Βῶλιν ἀσελήνου νυκτός, ὡς ἐγχειριοῦντες αὑτούς. §8.17.10ἦν γάρ τις ἐπίνοια περὶ τὸν Ἀχαιὸν τοιαύτη, πρῶτον μὲν διαφυγεῖν τοὺς ἐνεστῶτας κινδύνους, μετὰ δὲ ταῦτα ποιήσασθαι δίχα προόδου τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ Συρίαν τόπους· §8.17.11πάνυ γὰρ εἶχε μεγάλας ἐλπίδας ἐπιφανεὶς ἄφνω καὶ παραδόξως τοῖς κατὰ Συρίαν ἀνθρώποις, καὶ ἔτι διατρίβοντος Ἀντιόχου περὶ τὰς Σάρδεις, μέγα ποιήσειν κίνημα καὶ μεγάλης ἀποδοχῆς τεύξεσθαι παρά τε τοῖς Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
カンビュロスは最初の機会を捉えて、この件を王に切り出した。アンティオコスは、その提案が自分の意に叶うものであり、また予期せぬものでもあったため、一方では大いに喜んであらゆることを約束したが、他方では半信半疑であり、彼らの計画や準備の細部について問い質した。その後、彼は彼らを信用するようになり、この企てがまるで神の助けによるものであるかのように考え、カンビュロスにその実行を促し、何度も懇願した。ボリスもまた、ニコマコスとメランコマスに対して同様のことを行った。彼らは、この企てが最善の意図からなされていると信じ、すぐにアリアノスに、彼らの習慣通りに暗号で書かれたアカイオスへの手紙を託した。それは、たとえその手紙を手に入れた者であっても、そこに書かれている内容を全く理解できないようにするためであり、彼らはアリアノスを送り出し、ボリスとカンビュロスの一行を信頼するようにと促した。アリアノスはカンビュロスを通じて砦に入り、アカイオスらに手紙を届けた。そして、最初から起こった出来事に立ち会っていた者として、それぞれの事柄について正確かつ詳細な報告を行った。彼はソシビオスやボリスに関する事柄について何度も、また多角的に尋問され、ニコマコスやメランコマスについても何度も、そして何よりもカンビュロスに関する事柄について尋問された。しかしながら、彼は自然に、かつ勇敢にその尋問に耐え抜いた。それは特に、彼がカンビュロスとボリスの間で決定された核心的な計画を知らなかったためであった。アカイオスは、アリアノスへの尋問と、特にニコマコスとメランコマスからの暗号によって彼らを信用するようになり、返事を書いて、すぐに再びアリアノスを送り出した。このような往復が双方の間で何度も繰り返された後、ついにアカイオスらは、もはや救われるための他の希望が残されていなかったため、自分たちの身をニコマコスらに委ねることにし、自分たちを引き渡すために、月明かりのない夜にアリアノスと共にボリスを送るように求めた。アカイオスには次のような計画があったからである。すなわち、まずは目の前の危険を逃れ、その後、事前の予告なしにシリア地方へと一気に進むというものであった。アンティオコスがまだサルディス周辺に滞留している間に、自分がシリアの人々の前に突然、かつ予期せぬ形で現れることで、大きな動揺を引き起こし、アンティオキアの住民やコイレ・シリア、フェニキアの人々の間で大いなる歓迎を受けるだろうという、非常に大きな期待を抱いていたからである。