Humanitext Reader

波利比奥斯 · 历史 §8.17.1-8.17.11

虚假救援计划与中计的阿开乌斯

第 577 段,共 1311 段 · 希腊语

内容简介

坎比洛斯和玻利斯分别欺骗了安条克和阿开乌斯的支持者,推进了旨在诱捕阿开乌斯的虚假救援行动。对此阴谋一无所知的阿开乌斯信赖了送达的暗号信件和信使的证言,同意在此虚假计划下将自己交托给他们。

§8.17.1καὶ λαβὼν καιρὸν πρῶτον ὁ Καμβύλος προσφέρει τῷ βασιλεῖ τὸν λόγον.
坎比洛斯一得到机会,首先向国王提起了此事。
§8.17.2ὁ δʼ Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθʼ ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ παρασκευὰς αὐτῶν.
安条克由于这一提议既合乎他的心意又出乎意料,一方面因极其喜悦而承诺了一切,另一方面又心存怀疑,详细询问了他们的计划和准备工作。
§8.17.3μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν τὴν πρᾶξιν.
此后,他相信了他们,并认为这一企图仿佛是在神的庇佑下进行的,便要求并多次恳求坎比洛斯去完成这一行动。
§8.17.4τὸ δὲ παραπλήσιον ὁ Βῶλις ἐποίει πρὸς τὸν Νικόμαχον καὶ Μελαγκόμαν.
玻利斯对尼科马科斯和梅兰科马斯也采取了类似的行动。
οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παραυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς, §8.17.5οὕτως ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστολῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γεγραμμένων, ἐξαπέστειλαν παρακαλοῦντες πιστεύειν τοῖς περὶ τὸν Βῶλιν καὶ τὸν Καμβύλον.
而他们相信这一计划是出于最诚实的心意,便立即让阿里亚诺斯带上按照他们的习惯用暗号写给阿开乌斯的信件,使得任何截获信件的人都无法理解其中所写的任何内容,他们就这样派遣了阿里亚诺斯,并劝告阿开乌斯要信任玻利斯和坎比洛斯等人。
§8.17.6ὁ δʼ Ἀριανὸς διὰ τοῦ Καμβύλου παρελθὼν εἰς τὴν ἄκραν τὰ γεγραμμένα τοῖς περὶ τὸν Ἀχαιὸν ἀπέδωκε, καὶ συμπαρὼν ἀπὸ τῆς ἀρχῆς τοῖς γινομένοις ἀκριβῶς τὸν κατὰ μέρος ὑπὲρ ἑκάστων ἀπεδίδου λόγον, πολλάκις μὲν καὶ ποικίλως ὑπὲρ τῶν κατὰ τὸν Σωσίβιον καὶ Βῶλιν ἀνακρινόμενος, πολλάκις δὲ περὶ Νικομάχου καὶ Μελαγκόμα, μάλιστα δὲ περὶ τῶν κατὰ τὸν Καμβύλον.
阿里亚诺斯在坎比洛斯的协助下进入城堡,将信件交给了阿开乌斯等人。 由于他从一开始就参与了事情的经过,因而对每一件事都作了精确而详尽的说明。 他不仅多次且从各个角度接受了关于索西比乌斯和玻利斯情况的审问,还多次接受了关于尼科马科斯和梅兰科马斯的审问,尤其是关于坎比洛斯情况的审问。
§8.17.7οὐ μὴν ἀλλʼ αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους, καὶ μάλιστα διὰ τὸ μὴ γινώσκειν τὸ συνέχον τῶν τῷ Καμβύλῳ καὶ Βώλιδι δεδογμένων.
然而,他自然而坦诚地经受住了这些审查,这主要是因为他并不知道坎比洛斯和玻利斯所决定的核心秘密。
§8.17.8Ἀχαιὸς δὲ καὶ διὰ τῶν ἀνακρίσεων τῶν τοῦ Ἀριανοῦ καὶ μάλιστα διὰ τῶν παρὰ τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθημάτων πιστεύσας ἀντεφώνησε, καὶ παραχρῆμα πάλιν ἐξέπεμψε τὸν Ἀριανόν.
阿开乌斯一方面通过对阿里亚诺斯的审问,另一方面尤其是通过尼科马科斯和梅兰科马斯发来的暗号,从而产生了信任并给予了回复,并立即再次派回了阿里亚诺斯。
§8.17.9πλεονάκις δὲ τούτου γινομένου παρʼ ἑκατέρων, τέλος οἱ περὶ τὸν Ἀχαιὸν ἐπέτρεψαν περὶ σφῶν τοῖς περὶ τὸν Νικόμαχον, ἅτε μηδεμιᾶς ἄλλης ἐλπίδος ἔτι καταλειπομένης πρὸς σωτηρίαν, καὶ πέμπειν ἐκέλευον ἅμα τῷ Ἀριανῷ τὸν Βῶλιν ἀσελήνου νυκτός, ὡς ἐγχειριοῦντες αὑτούς.
在双方如此往来多次之后,最后阿开乌斯等人由于再无其他获救的希望,便将自身托付给尼科马科斯等人,并要求他们在无月的黑夜里让玻利斯与阿里亚诺斯一同前来,以便将自己交托出去。
§8.17.10ἦν γάρ τις ἐπίνοια περὶ τὸν Ἀχαιὸν τοιαύτη, πρῶτον μὲν διαφυγεῖν τοὺς ἐνεστῶτας κινδύνους, μετὰ δὲ ταῦτα ποιήσασθαι δίχα προόδου τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ Συρίαν τόπους·
因为阿开乌斯有这样的打算:首先逃离眼前的危险,随后在没有任何预兆的情况下,迅速前往叙利亚地区。
§8.17.11πάνυ γὰρ εἶχε μεγάλας ἐλπίδας ἐπιφανεὶς ἄφνω καὶ παραδόξως τοῖς κατὰ Συρίαν ἀνθρώποις, καὶ ἔτι διατρίβοντος Ἀντιόχου περὶ τὰς Σάρδεις, μέγα ποιήσειν κίνημα καὶ μεγάλης ἀποδοχῆς τεύξεσθαι παρά τε τοῖς Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
因为他抱有极大的希望,认为如果趁着安条克还滞留在萨迪斯附近时,自己突然且出乎意料地出现在叙利亚人民面前,必将引起巨大的骚动,并会在安条克人以及柯里叙利亚和腓尼基的人民中获得热烈的欢迎。

词汇与语法注释

  1. §8.17.2τὰ μὲν ... τὰ δὲ ... — 用作副词的宾格,意为“一方面……另一方面……”,表示对比。这里用以对照安条克两种截然相反的心理反应(极度喜悦与心存怀疑)。
  2. §8.17.3ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν — 依附于动词 νομίζων(认为)的不定式从句。在 ὡς 批 ἂν εἰ(仿佛……一般)之后接续了间接引语中的“宾格加不定式”结构(主语为 τὴν ἐπιβολήν,不定式为 γίνεσθαι),表明他感到这一计划仿佛得到了神助。
  3. §8.17.4οἱ δὲ πιστεύοντες ... — 主语 οἱ δὲ(他们)受到分词 πιστεύοντες(相信)和 συνθέντες(写好并交付)的修饰,其主动词直到 §8.17.5 中的 ἐξαπέστειλαν(派遣)才出现。这构成了一个长而复杂的句式结构,中间插入了关系从句和表示结果的 οὕτως ὥστε 从句。
  4. §8.17.7διὰ τὸ μὴ γινώσκειν τὸ συνέχον — 由介词 διά 和带冠词不定式(宾格)构成的原因表示法(“因为不知晓……”)。作为 γινώσκειν 宾语的 τὸ συνέχον 是中性单数分词的名词化用法,意为“核心”或“最关键的部分”。

引用这一段

波利比奥斯, 历史 §8.17.1-8.17.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.17.1-8.17.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。