§8.16.1παραγενόμενος δʼ εἰς τὴν Ῥόδον καὶ μετὰ ταῦτα πάλιν εἰς τὴν Ἔφεσον, καὶ κοινωσάμενος τοῖς προειρημένοις ἀνδράσι, καὶ λαβὼν αὐτοὺς ἑτοίμους εἰς τὰ παρακαλούμενα, μετὰ ταῦτʼ Ἀριανόν τινα τῶν ὑφʼ αὑτὸν ταττομένων διαπέμπεται πρὸς τὸν Καμβύλον,
ロドスに到着し、その後ふたたびエフェソスへ行って、前述の男たちに相談し、彼らが要請されたことに対して準備ができていることを見て取った後、ボリスは自らの部下のうちアリアノスという者をカンビュロスのもとに派遣した。
§8.16.2φήσας ἐξαπεστάλθαι μὲν ἐκ τῆς Ἀλεξανδρείας ξενολογήσων, βούλεσθαι δὲ τῷ Καμβύλῳ συμμῖξαι περί τινων ἀναγκαίων·
ボリスは、自分が傭兵を募るためにアレクサンドリアから派遣されたと言い、またいくつかの緊要なことについてカンビュロスと会合したいと思っていると伝えさせた。
διόπερ ᾤετο δεῖν τάξασθαι καιρὸν καὶ τόπον, ἐν ᾧ μηδενὸς συνειδότος αὑτοῖς συναντήσουσι.
それゆえ、誰もそのことを知らない状態で会うことができる日時と場所を定めるべきだと彼は考えたのである。
§8.16.3ταχὺ δὲ τοῦ Ἀριανοῦ συμμίξαντος τῷ Καμβύλῳ καὶ δηλώσαντος τὰς ἐντολάς, ἑτοίμως ὁ προειρημένος ἀνὴρ ὑπήκουσε τοῖς παρακαλουμένοις, καὶ συνθέμενος ἡμέραν καὶ τόπον ἑκατέρῳ γνωστόν, εἰς ὃν παρέσται νυκτός, ἀπέπεμψε τὸν Ἀριανόν.
アリアノスがすぐにカンビュロスと会って、伝言を伝えると、前述の男は直ちにその要請に応じ、双方が知っている、夜間にボリスが赴くべき日時と場所を取り決めた上で、アリアノスを送り帰した。
§8.16.4ὁ δὲ Βῶλις, ἅτε Κρὴς ὑπάρχων καὶ φύσει ποικίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν ἐψηλάφα.
一方ボリスは、クレタ人であり、また生まれつき狡猾であったので、あらゆる事柄を考慮し、あらゆる計画を模索した。
§8.16.5τέλος δὲ συμμίξας τῷ Καμβύλῳ κατὰ τὴν τοῦ Ἀριανοῦ σύνταξιν ἔδωκε τὴν ἐπιστολήν.
そしてついに、アリアノスの取り決めに従ってカンビュロスと会合し、手紙を手渡した。
ἧς τεθείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν·
それが二人の間の場に出されると、彼らはクレタ風の検討を行い始めた。
§8.16.6οὐ γὰρ ἐσκόπουν ὑπὲρ τῆς τοῦ κινδυνεύοντος σωτηρίας οὐδʼ ὑπὲρ τῆς τῶν ἐγχειρισάντων τὴν πρᾶξιν πίστεως, ἀλλʼ ὑπὲρ τῆς αὑτῶν ἀσφαλείας καὶ τοῦ σφίσιν αὐτοῖς συμφέροντος.
なぜなら彼らは、危険に晒されている者の救出についても、計画を委ねた人々の信頼についても考慮せず、ただ自分たちの安全と利益についてのみ検討したからである。
§8.16.7διόπερ ἀμφότεροι Κρῆτες ὄντες συντόμως κατηνέχθησαν ἐπὶ τὴν αὐτὴν γνώμην·
それゆえ、両者ともクレタ人であったので、すぐに同じ考えに至った。
αὕτη δʼ ἦν τὰ μὲν παρὰ τοῦ Σωσιβίου προδεδομένα δέκα τάλαντα διελέσθαι κοινῇ, §8.16.8τὴν δὲ πρᾶξιν Ἀντιόχῳ δηλώσαντας καὶ συνεργῷ χρησαμένους ἐπαγγείλασθαι τὸν Ἀχαιὸν ἐγχειριεῖν αὐτῷ, λαβόντας χρήματα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀξίας τῆς προειρημένης ἐπιβολῆς.
その考えとは、ソシビオスからあらかじめ提供されていた十タラントンを共同で分配し、この計画をアンティオコスに告げて彼を協力者とした上で、アカイオスを彼に引き渡すことを約束し、前述の計画に見合うだけの報酬と将来への期待を受け取る、ということだった。
§8.16.9τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα.
これらのことが決定されると、カンビュロスはアンティオコスに関する事柄を処理することを引き受け、ボリスは数日後に、ニコマコスとメランコマスからの合言葉の書かれた手紙を持たせてアリアノスをアカイオスのもとへ送ることを約束した。
§8.16.10περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν.
また、アリアノスが安全に砦に入り、再び立ち去ることについては、カンビュロスが配慮するようにとボリスは求めた。
§8.16.11ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ.
そして、もしアカイオスがその計画を受け入れてニコマコスやメランコマスたちの手紙に返事を出すならば、その時にはボリス自身が任務に身を投じ、カンビュロスと合流するだろう、と彼は言った。
§8.16.12τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.
このような取り決めがなされると、双方は別れて、それぞれ指示されたことを実行に移した。