§8.16.1παραγενόμενος δʼ εἰς τὴν Ῥόδον καὶ μετὰ ταῦτα πάλιν εἰς τὴν Ἔφεσον, καὶ κοινωσάμενος τοῖς προειρημένοις ἀνδράσι, καὶ λαβὼν αὐτοὺς ἑτοίμους εἰς τὰ παρακαλούμενα, μετὰ ταῦτʼ Ἀριανόν τινα τῶν ὑφʼ αὑτὸν ταττομένων διαπέμπεται πρὸς τὸν Καμβύλον, §8.16.2φήσας ἐξαπεστάλθαι μὲν ἐκ τῆς Ἀλεξανδρείας ξενολογήσων, βούλεσθαι δὲ τῷ Καμβύλῳ συμμῖξαι περί τινων ἀναγκαίων· διόπερ ᾤετο δεῖν τάξασθαι καιρὸν καὶ τόπον, ἐν ᾧ μηδενὸς συνειδότος αὑτοῖς συναντήσουσι.
玻利斯抵达罗德岛,随后又前往以弗所,与上述男子们取得联系,并在确认他们对所请求之事已做好准备后,随后派遣他手下的一名部下阿里亚诺斯去见坎比洛斯,声称他是从亚历山大里亚被派来招募雇佣兵的,但希望与坎比洛斯就某些紧要事务进行会面;因此他认为应该约定一个时间和地点,使他们能在无人知晓的情况下会面。
§8.16.3ταχὺ δὲ τοῦ Ἀριανοῦ συμμίξαντος τῷ Καμβύλῳ καὶ δηλώσαντος τὰς ἐντολάς, ἑτοίμως ὁ προειρημένος ἀνὴρ ὑπήκουσε τοῖς παρακαλουμένοις, καὶ συνθέμενος ἡμέραν καὶ τόπον ἑκατέρῳ γνωστόν, εἰς ὃν παρέσται νυκτός, ἀπέπεμψε τὸν Ἀριανόν.
阿里亚诺斯很快与坎比洛斯会面并说明了来意,上述男子便欣然同意了所请求之事,并约定了双方都熟知的日期和地点(玻利斯将在夜间抵达该处),随后打发阿里亚诺斯回去。
§8.16.4ὁ δὲ Βῶλις, ἅτε Κρὴς ὑπάρχων καὶ φύσει ποικίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν ἐψηλάφα.
而玻利斯,由于是克里特人且天性狡黠,权衡了所有情况,并摸索了每一个计划。
§8.16.5τέλος δὲ συμμίξας τῷ Καμβύλῳ κατὰ τὴν τοῦ Ἀριανοῦ σύνταξιν ἔδωκε τὴν ἐπιστολήν. ἧς τεθείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν·
最后,他按照阿里亚诺斯的约定与坎比洛斯会面,并递交了信件。
§8.16.6οὐ γὰρ ἐσκόπουν ὑπὲρ τῆς τοῦ κινδυνεύοντος σωτηρίας οὐδʼ ὑπὲρ τῆς τῶν ἐγχειρισάντων τὴν πρᾶξιν πίστεως, ἀλλʼ ὑπὲρ τῆς αὑτῶν ἀσφαλείας καὶ τοῦ σφίσιν αὐτοῖς συμφέροντος.
当信件被摆在桌面上时,他们开始进行克里特式的考量;因为他们既不考虑处于危险中之人的安全,也不考虑委托他们这一行动之人的信义,而只考虑他们自己的安全和利益。
§8.16.7διόπερ ἀμφότεροι Κρῆτες ὄντες συντόμως κατηνέχθησαν ἐπὶ τὴν αὐτὴν γνώμην· αὕτη δʼ ἦν τὰ μὲν παρὰ τοῦ Σωσιβίου προδεδομένα δέκα τάλαντα διελέσθαι κοινῇ, §8.16.8τὴν δὲ πρᾶξιν Ἀντιόχῳ δηλώσαντας καὶ συνεργῷ χρησαμένους ἐπαγγείλασθαι τὸν Ἀχαιὸν ἐγχειριεῖν αὐτῷ, λαβόντας χρήματα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀξίας τῆς προειρημένης ἐπιβολῆς.
因此,由于双方都是克里特人,他们很快达成了共识:其一是共同瓜分索西比乌斯预先给付的十个塔兰同,其二是将这一行动向安条克说明,并在争取其协助后,承诺将阿开乌斯移交给他,从而换取与上述计划相匹配的金钱和对未来的期望。
§8.16.9τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα.
这些条款敲定后,坎比洛斯负责处理与安条克有关的事宜,而玻利斯则承诺在几天后派遣阿里亚诺斯去见阿开乌斯,并携带尼科马科斯和梅兰科马斯的暗号信件。
§8.16.10περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν.
至于阿里亚诺斯如何安全进入城并再次返回,玻利斯让坎比洛斯去操心此事。
§8.16.11ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ.
他说,如果阿开乌斯接受了该计划,并给尼科马科斯和梅兰科马斯等人回信,那么玻利斯本人就会投身于这项任务,并与坎比洛斯会合。
§8.16.12τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.
这一方案达成后,双方各自离去,执行商定好的计划。