§7.7.1ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων,
ヒエロニュモスの滅亡について記述した歴史家たちのうちのある人々は、彼らの支配の前に彼らに現れた予兆や、シラクサ人たちの不運を詳しく説明し、多大な弁舌を費やし、多くの怪異談を並べ立てていること。
§7.7.2τραγῳδοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶν πράξεων, ἐπὶ δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτʼ Ἀπολλόδωρον μήτʼ ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον.
彼らはその気質の残虐さや行いの不敬さを悲劇的に描き、さらに何よりも彼の滅亡に関して起こったことの常軌を逸した恐ろしさを誇張して、ファラリスもアポロドロスも、他のいかなる僭主も彼より冷酷な者はいなかったとするほどである。
§7.7.3καίτοι παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείους τριῶν καὶ δέκα βιώσας μετήλλαξε τὸν βίον.
しかしながら、彼は子供のときに支配権を引き継ぎ、その後わずか13ヶ月を超えない期間を生きただけで世を去ったのである。
§7.7.4κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακοσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός.
この期間中、一人か二人が拷問にかけられ、友人たちや他のシラクサ人の何人かが殺害されたということはあり得ることだが、不法の極みや並外れた不敬があったということは、ありそうにない。
§7.7.5καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων.
アンド、彼の気質において際立って軽率であり不法であったと言うべきではあるが、決して先述の僭主たちの誰とも比較されるべきではない。
§7.7.6ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους.
しかし、個別的な出来事を記述する歴史家たちは、容易に把握できる狭い主題を設定したとき、記述すべき事実に事欠いて、小さなことを大きく仕立て上げ、記憶に値しもしない事柄について多くの言葉を費やさざるを得なくなっているように私には思われる。
ἔνιοι δὲ καὶ διʼ ἀκρισίαν εἰς τὸ παραπλήσιον τούτοις ἐμπίπτουσιν.
またある者たちは、判断力の欠如ゆえに、これらと同様の過ちに陥る。
§7.7.7ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βύβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα καὶ Γέλωνα διάθοιτο, παρεὶς Ἱερώνυμον.
なぜなら、書物を埋め、叙述を水増しするような話を、ヒエロニュモスを差し置いて、ヒエロンやゲロンに関して費やす方が、はるかに理にかなっているからである。
§7.7.8καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθοῦσι
というのも、この方が、聞きたがる人々にとってもより快く、学びたがる人々にとっても