§7.6.1ἡ γὰρ τῶν Λεοντίνων πόλις τῷ μὲν ὅλῳ κλίματι τέτραπται πρὸς τὰς ἄρκτους,
というのも、レオンティノイの町は、全体的な方位としては北を向いているからである。
§7.6.2ἔστι δὲ διὰ μέσης αὐτῆς αὐλὼν ἐπίπεδος, ἐν ᾧ συμβαίνει τάς τε τῶν ἀρχείων καὶ δικαστηρίων κατασκευὰς καὶ καθόλου τὴν ἀγορὰν ὑπάρχειν.
その中央を平らな谷が貫いており、その中に官公庁や裁判所の建物、そして全体として広場が存在している。
§7.6.3τοῦ δʼ αὐλῶνος παρʼ ἑκατέραν τὴν πλευρὰν παρήκει λόφος, ἔχων ἀπορρῶγα συνεχῆ· τὰ δʼ ἐπίπεδα τῶν λόφων τούτων ὑπὲρ τὰς ὀφρῦς οἰκιῶν ἐστι πλήρη καὶ ναῶν.
この谷の両側に沿って、連続する切り立った崖を持つ丘が並び伸びており、これらの丘の上の平地は、崖の縁の上で家々や神殿によって占められている。
§7.6.4δύο δʼ ἔχει πυλῶνας ἡ πόλις, ὧν ὁ μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν πέρατός ἐστιν οὗ προεῖπον αὐλῶνος, φέρων ἐπὶ Συρακούσας, ὁ δʼ ἕτερος ἐπὶ τοῦ πρὸς ἄρκτους, ἄγων ἐπὶ τὰ Λεοντῖνα καλούμενα πεδία καὶ τὴν γεωργήσιμον χώραν.
町には2つの門があり、そのうち一方は先ほど言及した谷の南端に位置してシラクサへと通じ、他方は北端にあって、レオンティノイ平野と呼ばれる平原と耕作地へと通じている。
§7.6.5ὑπὸ δὲ τὴν μίαν ἀπορρῶγα, τὴν πρὸς τὰς δύσεις, παραρρεῖ ποταμός, ὃν καλοῦσι Λίσσον.
西側にあたる一方の切り立った崖の下を、リッソスと呼ばれる川が流れている。
§7.6.6τούτῳ δὲ κεῖνται παράλληλοι καὶ πλείους ὑπʼ αὐτὸν τὸν κρημνὸν οἰκίαι συνεχεῖς, ὧν μεταξὺ καὶ τοῦ ποταμοῦ συμβαίνει τὴν προειρημένην ὁδὸν ὑπάρχειν.
この川と並行して、まさにその崖の下に、多くの家々が連続して建ち並んでおり、それらの家々と川との間に、先ほど言及した道が存在している。
[ξοδ. υρβ. φολ. 96 εχξ. αντ. π. 193. ]
[ウルビノ写本96葉、193頁前の抜粋]