§7.7.1ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων, §7.7.2τραγῳδοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶν πράξεων, ἐπὶ δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτʼ Ἀπολλόδωρον μήτʼ ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον.
关于希罗尼穆斯的灭亡进行撰写的某些历史学家,费了极多的口舌,陈述了许多离奇古怪的传说,详细叙述了在他们统治前降临在他们身上的征兆,以及叙拉古人的种种不幸;他们像演悲剧般渲染其性格的残暴与行为的不敬,尤其是渲染围绕其灭亡所发生之事的反常与恐怖,以至于让人觉得无论是法拉里斯、阿波罗多罗斯,还是其他任何僭主,都没有比他更残酷的了。
§7.7.3καίτοι παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείους τριῶν καὶ δέκα βιώσας μετήλλαξε τὸν βίον.
然而,他是在童年时继承王位了,随后活了不超过十三个月就去世了。
§7.7.4κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακοσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός.
在此期间,虽然一两个人受到拷问、一些朋友和其他叙拉古人被处死是有可能的,但要说出现了极端的无法无天和超乎寻常的不敬,则是难以置信的。
§7.7.5καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων.
尽管必须承认,他在性格上极其轻率且无法无天,但绝不应将他与前述的任何僭主相提并论。
§7.7.6ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους.
但在我看来,那些撰写局部历史的人,一旦设定了容易把握且狭窄的主题,就会因为缺乏史料而被迫小题大作,并对那些甚至不值得纪念的事情大费笔墨。
ἔνιοι δὲ καὶ διʼ ἀκρισίαν εἰς τὸ παραπλήσιον τούτοις ἐμπίπτουσιν.
有些人则是因为缺乏判断力而陷入了类似的错误。
§7.7.7ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βύβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα καὶ Γέλωνα διάθοιτο, παρεὶς Ἱερώνυμον.
因为,如果有人将填满书卷、充实叙述的篇幅用在希伦和盖隆身上,而忽略希罗尼穆斯,那该是多么合理啊。
§7.7.8καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθοῦσι
因为这对于乐于倾听的人来说更为悦耳,对于乐于学习的人来说也