§7.6.1ἡ γὰρ τῶν Λεοντίνων πόλις τῷ μὲν ὅλῳ κλίματι τέτραπται πρὸς τὰς ἄρκτους, §7.6.2ἔστι δὲ διὰ μέσης αὐτῆς αὐλὼν ἐπίπεδος, ἐν ᾧ συμβαίνει τάς τε τῶν ἀρχείων καὶ δικαστηρίων κατασκευὰς καὶ καθόλου τὴν ἀγορὰν ὑπάρχειν.
因为莱翁蒂尼城就其整体方位而言是朝向北方的,在它的中央有一条平坦的谷地,其中建有官署和法庭,以及整个广场。
§7.6.3τοῦ δʼ αὐλῶνος παρʼ ἑκατέραν τὴν πλευρὰν παρήκει λόφος, ἔχων ἀπορρῶγα συνεχῆ· τὰ δʼ ἐπίπεδα τῶν λόφων τούτων ὑπὲρ τὰς ὀφρῦς οἰκιῶν ἐστι πλήρη καὶ ναῶν.
谷地的两侧各有一座拥有连续陡峭悬崖的山丘;这些山丘顶部的平地,在悬崖边缘之上,建满了房屋和神庙。
§7.6.4δύο δʼ ἔχει πυλῶνας ἡ πόλις, ὧν ὁ μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν πέρατός ἐστιν οὗ προεῖπον αὐλῶνος, φέρων ἐπὶ Συρακούσας, ὁ δʼ ἕτερος ἐπὶ τοῦ πρὸς ἄρκτους, ἄγων ἐπὶ τὰ Λεοντῖνα καλούμενα πεδία καὶ τὴν γεωργήσιμον χώραν.
该城有两个城门,其中一个位于我刚才提到的谷地南端,通往叙拉古,另一个位于北端,通往被称为莱翁蒂尼平原的平野及可耕作的土地。
§7.6.5ὑπὸ δὲ τὴν μίαν ἀπορρῶγα, τὴν πρὸς τὰς δύσεις, παραρρεῖ ποταμός, ὃν καλοῦσι Λίσσον.
在其中一个朝向西方的陡峭悬崖之下,流淌着一条被称为利索斯的河流。
§7.6.6τούτῳ δὲ κεῖνται παράλληλοι καὶ πλείους ὑπʼ αὐτὸν τὸν κρημνὸν οἰκίαι συνεχεῖς, ὧν μεταξὺ καὶ τοῦ ποταμοῦ συμβαίνει τὴν προειρημένην ὁδὸν ὑπάρχειν.
与这条河流平行且紧邻悬崖之下,排满了一排排连续的房屋,在这些房屋与河流之间,便是前述的道路。
[ξοδ. υρβ. φολ. 96 εχξ. αντ. π. 193. ]
[乌尔比诺抄本,第96叶,古代摘录,第193页。]