§7.16.1βασιλεῖ τὸν περὶ τούτων λόγον.
王にこのことに関する報告を提出した。
τοῦ δὲ δεξαμένου τὴν ἐλπίδα καὶ παρακαλέσαντος τὸν Λαγόραν ἐπιτελεῖν τὴν πρᾶξιν, αὐτὸς μὲν ὑπισχνεῖτο τὰ δυνατὰ ποιήσειν,
王がその希望を受け入れ、ラゴラスにその計画を実行するよう促すと、彼自身はできる限りのことをすると約束した。
§7.16.2ἠξίου δὲ τὸν βασιλέα Θεόδοτον αὐτῷ τὸν Αἰτωλὸν καὶ Διονύσιον τὸν ἡγεμόνα τῶν ὑπασπιστῶν παρακελεύσαντα συστῆσαι συνεπιδοῦναι σφᾶς καὶ κοινωνῆσαι τῆς ἐπιβολῆς, διὰ τὸ δοκεῖν ἑκάτερον ἱκανὴν δύναμιν ἔχειν καὶ τόλμαν πρὸς τὴν ἐπινοουμένην πρᾶξιν.
さらに彼は、エトリア人テオドトスと、盾持ち隊の指揮官ディオニュシオスに命令を下して自分と組ませて、この企てに身を捧げ、協力させるよう王に求めた。 彼らそれぞれが、企てられている行動に対して十分な能力と勇気を持っていると思われたからである。
§7.16.3τοῦ δὲ βασιλέως παραχρῆμα ποιήσαντος τὸ παρακαλούμενον, συμφρονήσαντες οἱ προειρημένοι καὶ κοινωσάμενοι περὶ πάντων ἑαυτοῖς ἐτήρουν νύκτα τὸ περὶ τὴν ἑωθινὴν μέρος ἔχουσαν ἀσέληνον.
王が直ちに求められたことを実行すると、上述の男たちは合意に達し、あらゆる事柄について互いに相談した上で、明け方の時間帯に月の出ない夜を待ち構えていた。
§7.16.4λαβόντες δὲ τοιαύτην, ἐν ᾗ πράττειν ἔμελλον ἡμέρᾳ, τῇ πρότερον ὀψίας δείλης ἐπέλεξαν ἐκ παντὸς τοῦ στρατοπέδου πεντεκαίδεκα τοὺς εὐρωστοτάτους ἄνδρας καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς, οἵτινες ἔμελλον ἅμα μὲν προσοίσειν τὰς κλίμακας, ἅμα δὲ συναναβήσεσθαι καὶ μεθέξειν αὐτοῖς τῆς τόλμης.
そのような夜をとらえると、彼らは実行する予定の日の前日の夕暮れ遅くに、全陣営の中から、肉体的にも精神的にも最も頑健な十五名の男を選抜した。 彼らは梯子を運ぶと同時に、彼らと一緒に登り、その大胆な試みを分担することになっていた。
§7.16.5μετὰ δὲ τούτους ἄλλους ἐπελέξαντο τριάκοντα τοὺς ἐν ἀποστήματι συνεφεδρεύσοντας, ἵνʼ ἐπειδὰν ὑπερβάντες αὐτοὶ πρὸς τὴν παρακειμένην παραγένωνται πύλην, οὗτοι μὲν ἔξωθεν προσπεσόντες πειρῶνται διακόπτειν τοὺς στροφεῖς καὶ τὸ ζύγωμα τῶν πυλῶν, αὐτοὶ δὲ τὸν μοχλὸν ἔνδοθεν καὶ τὰς βαλανάγρας,
これらの後に、彼らは少し離れた場所で支援することになる別の三十名を選んだ。 それは、彼ら自身が壁を乗り越えて隣接する門に到着したときに、この者たちが外側から襲いかかって門の蝶番と横木を叩き切ろうと試み、彼ら自身は内側から閂と鍵穴を同様に叩き切るためであった。
§7.16.6δισχιλίους δὲ τοὺς κατόπιν ἀκολουθήσοντας τούτοις, οὓς συνεισπεσόντας ἔδει καταλαβέσθαι τὴν τοῦ θεάτρου στεφάνην, εὐφυῶς κειμένην πρός τε τοὺς ἐκ τῆς ἄκρας καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως.
さらに、彼らの後ろに従う二千名を選んだ。 彼らは共に突入した後に劇場の最上段を占拠することになっており、そこはアクロポリスから来る者たちにとっても、都市から来る者たちにとっても好都合な位置にあった。
§7.16.7τοῦ δὲ μὴ γενέσθαι μηδεμίαν ὑποψίαν τῆς ἀληθείας διὰ τὴν ἐπιλογὴν τῶν ἀνδρῶν, διέδωκε λόγον ὡς τοὺς Αἰτωλοὺς μέλλοντας εἰσπίπτειν διά τινος φάραγγος εἰς τὴν πόλιν, καὶ δέον ἐνεργῶς τούτους παραφυλάξαι πρὸς τὸ μηνυθέν.
しかし、男たちの選抜によって真実に対するいかなる疑念も生じないようにするために、王は、エトリア人たちがある谷を通って都市に突入しようとしており、知らされた情報に備えて彼らを精力的に警戒・監視する必要がある、という噂を流した。