§7.16.1βασιλεῖ τὸν περὶ τούτων λόγον.
向国王提交了关于这些事务的报告。
τοῦ δὲ δεξαμένου τὴν ἐλπίδα καὶ παρακαλέσαντος τὸν Λαγόραν ἐπιτελεῖν τὴν πρᾶξιν, αὐτὸς μὲν ὑπισχνεῖτο τὰ δυνατὰ ποιήσειν, §7.16.2ἠξίου δὲ τὸν βασιλέα Θεόδοτον αὐτῷ τὸν Αἰτωλὸν καὶ Διονύσιον τὸν ἡγεμόνα τῶν ὑπασπιστῶν παρακελεύσαντα συστῆσαι συνεπιδοῦναι σφᾶς καὶ κοινωνῆσαι τῆς ἐπιβολῆς, διὰ τὸ δοκεῖν ἑκάτερον ἱκανὴν δύναμιν ἔχειν καὶ τόλμαν πρὸς τὴν ἐπινοουμένην πρᾶξιν.
当国王接受了这一希望并敦促拉戈拉斯执行这一计划时,拉戈拉斯自己承诺将竭尽所能,但他请求国王,向埃托利亚人塞奥多托斯和盾牌兵指挥官狄奥尼修斯下达命令,使他们与自己联手,全身心投入并参与这一计划,因为他们每个人似乎都对这一拟议中的行动拥有足够的本领和勇气。
§7.16.3τοῦ δὲ βασιλέως παραχρῆμα ποιήσαντος τὸ παρακαλούμενον, συμφρονήσαντες οἱ προειρημένοι καὶ κοινωσάμενοι περὶ πάντων ἑαυτοῖς ἐτήρουν νύκτα τὸ περὶ τὴν ἑωθινὴν μέρος ἔχουσαν ἀσέληνον.
当国王立即满足了这一请求后,上述的人们达成一致,并就一切事务相互商议,密切注视着在接近黎明时分没有月亮的夜晚。
§7.16.4λαβόντες δὲ τοιαύτην, ἐν ᾗ πράττειν ἔμελλον ἡμέρᾳ, τῇ πρότερον ὀψίας δείλης ἐπέλεξαν ἐκ παντὸς τοῦ στρατοπέδου πεντεκαίδεκα τοὺς εὐρωστοτάτους ἄνδρας καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς, οἵτινες ἔμελλον ἅμα μὲν προσοίσειν τὰς κλίμακας, ἅμα δὲ συναναβήσεσθαι καὶ μεθέξειν αὐτοῖς τῆς τόλμης.
在找到了这样一个夜晚后,在他们准备行动的前一天黄昏,他们从全军中挑选了十五名在身体和意志上都最为强壮的男子,他们将负责搬运梯子,并同时与他们一同攀登,共同参与这一冒险行动。
§7.16.5μετὰ δὲ τούτους ἄλλους ἐπελέξαντο τριάκοντα τοὺς ἐν ἀποστήματι συνεφεδρεύσοντας, ἵνʼ ἐπειδὰν ὑπερβάντες αὐτοὶ πρὸς τὴν παρακειμένην παραγένωνται πύλην, οὗτοι μὲν ἔξωθεν προσπεσόντες πειρῶνται διακόπτειν τοὺς στροφεῖς καὶ τὸ ζύγωμα τῶν πυλῶν, αὐτοὶ δὲ τὸν μοχλὸν ἔνδοθεν καὶ τὰς βαλανάγρας,
在这之后,他们挑选了另外三十名在不远处作为预备队守候的人,以便当他们自己翻越城墙到达邻近的城门时,这批人可以从外面发起进攻,并试图砍断城门的转轴和横梁,而他们自己则在内部对闩锁和钥匙孔进行同样的操作。
§7.16.6δισχιλίους δὲ τοὺς κατόπιν ἀκολουθήσοντας τούτοις, οὓς συνεισπεσόντας ἔδει καταλαβέσθαι τὴν τοῦ θεάτρου στεφάνην, εὐφυῶς κειμένην πρός τε τοὺς ἐκ τῆς ἄκρας καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως.
并挑选了两千人跟随在他们后方,他们一同冲入后,应当占领剧场的顶端高地,该处地势便利,既有利于对付来自卫城的人,也有利于对付来自城市的人。
§7.16.7τοῦ δὲ μὴ γενέσθαι μηδεμίαν ὑποψίαν τῆς ἀληθείας διὰ τὴν ἐπιλογὴν τῶν ἀνδρῶν, διέδωκε λόγον ὡς τοὺς Αἰτωλοὺς μέλλοντας εἰσπίπτειν διά τινος φάραγγος εἰς τὴν πόλιν, καὶ δέον ἐνεργῶς τούτους παραφυλάξαι πρὸς τὸ μηνυθέν.
为了不因人员的选择而引起对真相的任何怀疑,国王散布谣言称,埃托利亚人即将通过某条深谷闯入城内,因此必须根据所获报信,积极地对他们进行防范和警戒。