§7.17.1ἑτοίμων δὲ πάντων αὐτοῖς γενομένων, ἅμα τῷ κρυφθῆναι τὴν σελήνην λάθρᾳ πρὸς τοὺς κρημνοὺς οἱ περὶ τὸν Λαγόραν ἀφικόμενοι μετὰ τῶν κλιμάκων ὑπέστειλαν ἑαυτοὺς ὑπό τινα προπεπτωκυῖαν ὀφρύν.
彼らにとってすべての準備が整うと、月が隠れると同時に、ラゴラスの配下の者たちは梯子を携えて密かに崖に到着し、突き出た岩棚の下に身を潜めた。
ἐπιγενομένης δὲ τῆς ἡμέρας, §7.17.2καὶ τῶν μὲν φυλάκων ἀπολυομένων ἀπὸ τοῦ τόπου τούτου, τοῦ δὲ βασιλέως κατὰ τὸν ἐθισμὸν τοὺς μὲν εἰς τὰς ἐφεδρείας ἐκπέμποντος, τοὺς δὲ πολλοὺς εἰς τὸν ἱππόδρομον ἐξαγαγόντος καὶ παρατάττοντος, τὸ μὲν πρῶτον ἀνύποπτον ἦν πᾶσι τὸ γενόμενον.
そして、夜が明けると、守備兵たちがこの場所から交代して立ち去る一方で、王は慣例に従って、ある者たちを予備隊へと送り出し、多くの者を競馬場へと連れ出して整列させていたので、最初、起きている事態は誰にとっても不審には思われなかった。
§7.17.3προστεθεισῶν δὲ δυεῖν κλιμάκων, καὶ διʼ ἧς μὲν Διονυσίου, διʼ ἧς δὲ Λαγόρα πρῶτον πορευομένων, ἐγίνετο ταραχὴ καὶ κίνημα περὶ τὸ στρατόπεδον.
二つの梯子が立てかけられ、一方からはディオニュシオスが、他方からはラゴラスが先頭になって進んで行くと、陣営の周囲に騒ぎと不穏な動きが生じた。
§7.17.4συνέβαινε γὰρ τοῖς μὲν ἐκ τῆς πόλεως καὶ τοῖς περὶ τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἀδήλους εἶναι τοὺς προσβαίνοντας διὰ τῆς προπεπτωκυίας ἐπὶ τὸν κρημνὸν ὀφρύος·
というのも、市内の者たちや、砦から見ているアカイオスとその周囲の者たちにとっては、崖に突き出た岩棚のせいで、登っていく者たちの姿が見えなかったからである。
τοῖς δʼ ἐκ τοῦ στρατοπέδου σύνοπτος ἦν ἡ τόλμα τῶν ἀναβαινόντων καὶ παραβαλλομένων.
しかし、陣営の者たちにとっては、登りつつ命を懸けている者たちのその大胆な試みがはっきりと見えていた。
§7.17.5διόπερ οἱ μὲν ἐκπεπληγμένοι τὸ παράδοξον, οἱ δὲ προορώμενοι καὶ δεδιότες τὸ συμβησόμενον, ἀχανεῖς ἅμα δὲ περιχαρεῖς ὄντες, ἕστασαν.
そのため、ある者たちはその予期せぬ出来事に驚愕し、またある者たちはこれから起こる事態を予見して恐れ、口をあんぐりと開けながらも同時に大喜びして立ち尽くしていた。
ὅθεν ὁ βασιλεύς, §7.17.6θεωρῶν τὸ περὶ τὴν ὅλην παρεμβολὴν κίνημα, καὶ βουλόμενος ἀποσπᾶν ἀπὸ τοῦ προκειμένου τούς τε παρʼ αὑτοῦ καὶ τοὺς ἐκ τῆς πόλεως, προῆγε τὴν δύναμιν καὶ προσέβαλε πρὸς τὰς ἐπὶ θάτερα πύλας κειμένας, Περσίδας δὲ προσαγορευομένας.
それゆえ王は、陣営全体における動きを目にし、味方の者たちと市内の者たちの注意を目の前の事柄からそらしたいと考え、軍を進めて、反対側に位置するペルシス門と呼ばれる門に攻撃を仕掛けた。
Ἀχαιὸς δέ, §7.17.7συνθεωρῶν ἐκ τῆς ἄκρας τὸ περὶ τοὺς ὑπεναντίους κίνημα παρηλλαγμένον τῆς συνηθείας, ἐπὶ πολὺ διηπορεῖτο δυσχρηστούμενος καὶ συννοῆσαι τὸ γινόμενον οὐδαμῶς δυνάμενος.
一方、アカイオスは、砦から敵側の通常とは異なる動きを目にしながら、長い間途方に暮れて困惑し、起きていることを全く理解できずにいた。
§7.17.8πλὴν ὅμως ἐξαπέστειλε τοὺς ἀπαντήσοντας εἰς τὴν πύλην·
しかしながら、彼は門のところで敵を迎え撃つための者たちを派遣した。
ὧν διὰ στενῆς καὶ κρημνώδους ποιουμένων τὴν κατάβασιν βραδεῖαν συνέβαινε γίνεσθαι τὴν ἐπικουρίαν.
しかし、彼らが狭くて険しい道を通って下って行ったために、救援の到着は遅れることになった。
§7.17.9ὁ δʼ ἐπὶ τῆς πόλεως τεταγμένος Ἀρίβαζος ἀκάκως ὥρμησε πρὸς τὰς πύλας, αἷς ἑώρα προσβάλλοντα τὸν Ἀντίοχον, καὶ τοὺς μὲν ἐπὶ τὸ τεῖχος ἀνεβίβαζε, τοὺς δὲ διὰ τῆς πύλης ἀφιεὶς εἴργειν τοὺς συνεγγίζοντας καὶ συμπλέκεσθαι παρεκελεύετο τοῖς πολεμίοις.
一方、都市の防衛に任じられていたアリバゾスは、何も疑わずに、アンティオコスが攻撃しているのが見えたあの門へと急行し、ある者たちを城壁の上に登らせる一方で、他の者たちを門から出させて、近づいてくる敵を阻み、彼らと交戦するよう命じた。