Humanitext Reader

波利比奥斯 · 历史 §6.7.1-6.7.9

王政世袭导致的堕落与向僭主政的演变

第 482 段,共 1311 段 · 希腊语

内容简介

文章阐明了随着王位的世袭化,统治者走向腐败与奢侈,从而使王政演变为僭主政,并因此引发大众的嫉妒与仇恨,最终促使高贵而勇敢的公民开始组织阴谋反抗。

§6.7.1μονίαν ὁ λογισμός.
(当指导)权(由)理性(接管时)。
αὕτη καλοῦ καὶ δικαίου πρώτη παρʼ ἀνθρώποις κατὰ φύσιν ἔννοια καὶ τῶν ἐναντίων τούτοις, αὕτη βασιλείας ἀληθινῆς ἀρχὴ καὶ γένεσις.
这就是人类中关于美德与正义以及它们对立面的最初的自然观念;这就是真正的王政的起源和产生。
§6.7.2οὐ γὰρ μόνον αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἐκ τούτων οἱ πολλοὶ διαφυλάττουσι τὰς ἀρχάς, πεπεισμένοι τοὺς ἐκ τοιούτων γεγονότας καὶ τραφέντας ὑπὸ τοιούτοις παραπλησίους ἕξειν καὶ τὰς προαιρέσεις.
因为大众不仅为他们保留统治权,也为他们的后代保留,因为他们坚信,由这样的人所生并在这样的环境下抚养长大的人,也会拥有相似的志向。
§6.7.3ἐὰν δέ ποτε τοῖς ἐγγόνοις δυσαρεστήσωσι, ποιοῦνται μετὰ ταῦτα τὴν αἵρεσιν τῶν ἀρχόντων καὶ βασιλέων οὐκέτι κατὰ τὰς σωματικὰς καὶ θυμικὰς δυνάμεις, ἀλλὰ κατὰ τὰς τῆς γνώμης καὶ τοῦ λογισμοῦ διαφοράς, πεῖραν εἰληφότες ἐπʼ αὐτῶν τῶν ἔργων τῆς ἐξ ἀμφοῖν παραλλαγῆς.
但如果他们有朝一日对这些后代感到不满,此后他们选拔统治者和国王时,便不再根据肉体和情感的力量,而是根据判断力与理性的差异,因为他们已经从实际的行动中体验到了这两者之间的区别。
§6.7.4τὸ μὲν οὖν παλαιὸν ἐνεγήρασκον ταῖς βασιλείαις οἱ κριθέντες ἅπαξ καὶ τυχόντες τῆς ἐξουσίας ταύτης, τόπους τε διαφέροντας ὀχυρούμενοι καὶ τειχίζοντες καὶ χώραν κατακτώμενοι, τὸ μὲν τῆς ἀσφαλείας χάριν, τὸ δὲ τῆς δαψιλείας τῶν ἐπιτηδείων τοῖς ὑποτεταγμένοις·
因此,在古代,那些一经选定并获得这一权力的人,通常在王位上终其一生。 他们巩固并用城墙围起优越的地点,并夺取土地,一方面是为了安全,另一方面是为了给被统治者提供充足的生活必需品。
§6.7.5ἅμα δὲ περὶ ταῦτα σπουδάζοντες ἐκτὸς ἦσαν πάσης διαβολῆς καὶ φθόνου διὰ τὸ μήτε περὶ τὴν ἐσθῆτα μεγάλας ποιεῖσθαι τὰς παραλλαγὰς μήτε περὶ τὴν βρῶσιν καὶ πόσιν, ἀλλὰ παραπλήσιον ἔχειν τὴν βιοτείαν τοῖς ἄλλοις, ὁμόσε ποιούμενοι τοῖς πολλοῖς ἀεὶ τὴν δίαιταν.
与此同时,在他们专心于这些事务时,他们免受了一切诽谤和嫉妒,因为他们无论在衣服上还是在饮食上都没有制造巨大的差异,而是过着与其他人相似的生活,始终与大众保持着相同的起居生活方式。
§6.7.6ἐπεὶ δʼ ἐκ διαδοχῆς καὶ κατὰ γένος τὰς ἀρχὰς παραλαμβάνοντες ἕτοιμα μὲν εἶχον ἤδη τὰ πρὸς τὴν ἀσφάλειαν, ἕτοιμα δὲ καὶ πλείω τῶν ἱκανῶν τὰ πρὸς τὴν τροφήν, §6.7.7τότε δὴ ταῖς ἐπιθυμίαις ἑπόμενοι διὰ τὴν περιουσίαν ἐξάλλους μὲν ἐσθῆτας ὑπέλαβον δεῖν ἔχειν τοὺς ἡγουμένους τῶν ὑποταττομένων, ἐξάλλους δὲ καὶ ποικίλας τὰς περὶ τὴν τροφὴν ἀπολαύσεις καὶ παρασκευάς, ἀναντιρρήτους δὲ καὶ παρὰ τῶν μὴ προσηκόντων τὰς τῶν ἀφροδισίων χρείας καὶ συνουσίας.
然而,当他们通过世袭和家族继承接管统治权时,保障安全的手段已经准备就绪,维持生活的物资也已准备得绰绰有余,就在那时,他们由于富足而顺从于自己的欲望,认为统治者的衣服应当与被统治者有显著的不同,在饮食方面也应当享有独特而多样化的享受与准备,并且甚至可以从不合适的人那里获得不容抗拒的性服务与交合。
§6.7.8ἐφʼ οἷς μὲν φθόνου γενομένου καὶ προσκοπῆς, ἐφʼ οἷς δὲ μίσους ἐκκαιομένου καὶ δυσμενικῆς ὀργῆς, ἐγένετο μὲν ἐκ τῆς βασιλείας τυραννίς, ἀρχὴ δὲ καταλύσεως ἐγεννᾶτο καὶ σύστασις ἐπιβουλῆς τοῖς ἡγουμένοις·
对此,一方面产生了嫉妒和反感,另一方面燃起了仇恨和敌对的愤怒,于是王政转变成了僭主政,其瓦解的开端以及针对统治者的阴谋集团也随之产生。
§6.7.9ἣν οὐκ ἐκ τῶν χειρίστων, ἀλλʼ ἐκ τῶν γενναιοτάτων καὶ μεγαλοψυχοτάτων, ἔτι δὲ θαρραλεωτάτων ἀνδρῶν συνέβαινε γίνεσθαι διὰ τὸ τοὺς τοιούτους ἥκιστα
这一阴谋通常不是由最差的人发起,而是由最高贵、最宽宏、而且最勇敢的男子发起的,因为这些人最不能……

词汇与语法注释

  1. §6.7.1μονίαν ὁ λογισμός — 这是承接前一分块末尾 `ἡγε-` 的单词 `ἡγεμονίαν`(领导权、统治权)的后半部分。在语法上,它属于前一句的 `ὅ盘`(当……时)从句,其中 `ὁ λογισμός`(理性)是主语,`[ἡγε]μονίαν` 是宾语,动词为前句中的 `μεταλάβῃ`(接管、继承)。
  2. §6.7.2παραπλησίους ἕξειν καὶ τὰς προαιρέσεις — 不定式 `ἕξειν`(将来主动)依附于表示确信的分词 `πεπεισμένοι`(深信),构成了“对格加不定式”结构。该不定式的逻辑主语是双宾语对格的 `τοὺς... γεγονότας...`(生于……之人),而 `τὰς προαιρέσεις`(志向、倾向)是 `ἕξειν` 的宾语,`παραπλησίους` 作其表语性修饰语(意为“使志向也相似”,即“拥有相似的志向”)。
  3. §6.7.7τῶν ὑποταττομένων — 比较属格,依附于具有比较含义的形容词 `ἐξάλλους`(与众不同的、杰出的),意为“比被统治者(更显著不同的衣服)”。
  4. §6.7.8ἐφʼ οἷς μὲν φθόνου γενομένου... ἐφʼ οἷς δὲ μίσους ἐκκαιομένου... — 由 `μὲν... δέ...` 对比两个属格绝对结构(独立分词结构)。关系代词 `οἷς` 为中性(或阳性)复数,指代前句中所述统治者的奢侈与不轨行为(衣、食、性),前置词 `ἐπί` 意为“由于、针对”。

引用这一段

波利比奥斯, 历史 §6.7.1-6.7.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.7.1-6.7.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。