§6.6.1δὲ καὶ τῶν ἐναντίων τούτοις.
……同様に、これらと反対のものについても概念が生じる。
ὁ δὲ τρόπος τῆς ἀρχῆς καὶ τῆς γενέσεως τῶν εἰρημένων τοιόσδε.
さて、言及されたものの始まりと発生の仕方は以下の通りである。
§6.6.2πάντων γὰρ πρὸς τὰς συνουσίας ὁρμώντων κατὰ φύσιν, ἐκ δὲ τούτων παιδοποιίας ἀποτελουμένης, ὁπότε τις τῶν ἐκτραφέντων εἰς ἡλικίαν ἱκόμενος μὴ νέμοι χάριν μηδʼ ἀμύναι τούτοις οἷς ἐκτρέφοιτʼ, ἀλλά που τἀναντία κακῶς λέγειν ἢ δρᾶν τούτους ἐγχειροίη, §6.6.3δῆλον ὡς δυσαρεστεῖν καὶ προσκόπτειν εἰκὸς τοὺς συνόντας καὶ συνιδόντας τὴν γεγενημένην ἐκ τῶν γεννησάντων ἐπιμέλειαν καὶ κακοπάθειαν περὶ τὰ τέκνα καὶ τὴν τούτων θεραπείαν καὶ τροφήν.
\n というのも、すべての者が自然に従って交わりを求め、それによって子作りが行われるが、育てられた者の誰かが成人したのち、自分を育ててくれた人々に対して恩義を返さず、彼らを助けようともせず、むしろ反対にそれらの人々を悪く言ったり害したりしようとするならば、\n ともに暮らし、生みの親が子供に対して払った配慮や苦労、子供への世話や養育をともに目の当たりにした人々が、不快感を抱き、憤慨するであろうことは明らかである。
§6.6.4τοῦ γὰρ γένους τῶν ἀνθρώπων ταύτῃ διαφέροντος τῶν ἄλλων ζῴων, ᾗ μόνοις αὐτοῖς μέτεστι νοῦ καὶ λογισμοῦ, φανερὸν ὡς οὐκ εἰκὸς παρατρέχειν αὐτοὺς τὴν προειρημένην διαφοράν, καθάπερ ἐπὶ τῶν ἄλλων ζῴων, §6.6.5ἀλλʼ ἐπισημαίνεσθαι τὸ γινόμενον καὶ δυσαρεστεῖσθαι τοῖς παροῦσι, προορωμένους τὸ μέλλον καὶ συλλογιζομένους ὅτι τὸ παραπλήσιον ἑκάστοις αὐτῶν συγκυρήσει.
\n なぜなら、人類が他の動物と異なっているのは、彼らだけに理性と推論能力が分かち与えられている点においてだからであり、それゆえ彼らが、他の動物たちの場合のように、前述の相違を見過ごしてしまうことはありそうにないのは明らかだからである、\n むしろ、起こっていることに注目し、現在の状況に不快感を抱くのであり、それは未来を見越し、自分たち各自にも同様のことが起こるだろうと推論するからである。
§6.6.6καὶ μὴν ὅταν που πάλιν ἅτερος ὑπὸ θατέρου τυχὼν ἐπικουρίας ἢ βοηθείας ἐν τοῖς δεινοῖς μὴ νέμῃ τῷ σώσαντι χάριν, ἀλλά ποτε καὶ βλάπτειν ἐγχειρῇ τοῦτον, φανερὸν ὡς εἰκὸς τῷ τοιούτῳ δυσαρεστεῖσθαι καὶ προσκόπτειν τοὺς εἰδότας, συναγανακτοῦντας μὲν τῷ πέλας, ἀναφέροντας δʼ ἐφʼ αὑτοὺς τὸ παραπλήσιον.
\n さらにまた、誰かが危難の際に他者から援助や加護を受けながら、救ってくれた人に対して恩を返さず、それどころかいつかその人を害そうとするならば、それを知っている人々がそのような者に不快感を抱き、憤慨することは明らかである。 彼らは隣人に同情して共に憤り、自分たちにも同様のことが起こりうると考えるからである。
§6.6.7ἐξ ὧν ὑπογίνεταί τις ἔννοια παρʼ ἑκάστῳ τῆς τοῦ καθήκοντος δυνάμεως καὶ θεωρίας·
\n これらから、各自の内に、義務の力と理論についての何らかの概念が徐々に生じる。
ὅπερ ἐστὶν ἀρχὴ καὶ τέλος δικαιοσύνης.
これこそが正義の始まりであり、終わりなのである。
§6.6.8ὁμοίως πάλιν ὅταν ἀμύνῃ μέν τις πρὸ πάντων ἐν τοῖς δεινοῖς, ὑφίστηται δὲ καὶ μένῃ τὰς ἐπιφορὰς τῶν ἀλκιμωτάτων ζῴων, εἰκὸς μὲν τὸν τοιοῦτον ὑπὸ τοῦ πλήθους ἐπισημασίας τυγχάνειν εὐνοϊκῆς καὶ προστατικῆς, τὸν δὲ τἀναντία τούτῳ πράττοντα καταγνώσεως καὶ προσκοπῆς.
\n 同様にまた、誰かが危難の際にあらゆる人に先んじて防ぎ、最も強暴な獣たちの襲撃に耐えて立ち向かうとき、そのような者が大衆から好意的で敬意に満ちた賛辞を受けることは当然であり、これと反対のことを行う者が非難と不快感を受けるのも当然である。
§6.6.9ἐξ οὗ πάλιν εὔλογον ὑπογίνεσθαί τινα θεωρίαν παρὰ τοῖς πολλοῖς αἰσχροῦ καὶ καλοῦ καὶ τῆς τούτων πρὸς ἄλληλα διαφορᾶς, καὶ τὸ μὲν ζήλου καὶ μιμήσεως τυγχάνειν διὰ τὸ συμφέρον, τὸ δὲ φυγῆς.
\n このことから再び、多くの人々の間に、醜いものと美しいもの、およびそれら相互の相違についての何らかの認識が徐々に生じることは合理的であり、前者は有益さゆえに羨望と模倣の対象となり、後者は忌避の対象となるのである。
§6.6.10ἐν οἷς ὅταν ὁ προεστὼς καὶ τὴν μεγίστην δύναμιν ἔχων ἀεὶ συνεπισχύῃ τοῖς προειρημένοις κατὰ τὰς τῶν πολλῶν διαλήψεις, καὶ δόξῃ τοῖς ὑποταττομένοις διανεμητικὸς εἶναι τοῦ κατʼ ἀξίαν ἑκάστοις,
\n これらの状況において、指導者であり最大の力を持つ者が、大衆の判断に従って、常に上述のことを共に擁護し、支配されている人々に対して、各自に値するものを配分する者であると思われるとき、\n 彼らはもはや力を恐れるからではなく、理性によって大いに賛同するがゆえに服従し、彼の支配を維持する。
§6.6.11οὐκέτι τὴν βίαν δεδιότες, τῇ δὲ γνώμῃ τὸ πλεῖον εὐδοκοῦντες, ὑποτάττονται καὶ συσσῴζουσι τὴν ἀρχὴν αὐτοῦ, κἂν ὅλως ᾖ γηραιός, ὁμοθυμαδὸν ἐπαμύνοντες καὶ διαγωνιζόμενοι πρὸς τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῇ δυναστείᾳ.
たとえ彼が極めて高齢になっても、心を一つにして彼を擁護し、彼の権力を覆そうと企てる者たちに対して共に戦うのである。
§6.6.12καὶ δὴ τῷ τοιούτῳ τρόπῳ βασιλεὺς ἐκ μονάρχου λανθάνει γενόμενος, ὅταν παρὰ τοῦ θυμοῦ καὶ τῆς ἰσχύος μεταλάβῃ τὴν ἡγε
\n こうして、このような方法によって、君主がいつの間にか王へと変化するのであり、それは彼の指導権が、情念や力から……を受け継ぐときである。