§6.58.1τῶν δὲ συναπτόντων μερῶν τῆς ἱστορίας τοῖς καιροῖς, ἀφʼ ὧν παρεξέβημεν, παραλαβόντες ἐπὶ βραχὺ μιᾶς πράξεως ποιησόμεθα κεφαλαιώδη μνήμην, ἵνα μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τοῖς πράγμασιν, ὥσπερ ἀγαθοῦ τεχνίτου δεῖγμα τῶν ἔργων ἕν τι προενεγκάμενοι, φανερὰν ποιήσωμεν τῆς πολιτείας τὴν ἀκμὴν καὶ δύναμιν, οἵα τις ἦν κατʼ ἐκείνους τοὺς χρόνους.
さて、我々が本筋から外れたところの、その時期に関連する歴史の連続する部分から、短い一幕を取り上げて、一つの出来事について概略的な記述を行うことにしよう。 それは、優れた職人が自らの作品の見本を一つ提示するかのごとく、言葉によってだけでなく実際の出来事によっても、当時の国制の最盛期と実力がどのようなものであったかを明らかにせんがためである。
§6.58.2Ἀννίβας γὰρ ἐπειδὴ τῇ περὶ Κάνναν μάχῃ περιγενόμενος Ῥωμαίων ἐγκρατὴς ἐγένετο τῶν τὸν χάρακα φυλαττόντων ὀκτακισχιλίων, ζωγρήσας ἅπαντας συνεχώρησε διαπέμπεσθαι σφίσι πρὸς τοὺς ἐν οἴκῳ περὶ λύτρων καὶ σωτηρίας.
というのも、ハンニバルはカンナエの戦いで勝利を収め、ローマ軍の陣営を警備していた八千人を掌握した際、彼ら全員を生け捕りにした上で、身代金と救済を求めて本国の身内へ使者を送ることを彼らに認めたからである。
§6.58.3τῶν δὲ προχειρισαμένων δέκα τοὺς ἐπιφανεστάτους, ὁρκίσας ἦ μὴν ἐπανήξειν πρὸς αὐτόν, ἐξέπεμψε τούτους.
そこで捕虜たちが彼らのうちから最も高名な十人を選び出すと、ハンニバルは彼らに必ず自分のところへ戻るよう誓いを立てさせた上で、彼らを送り出した。
§6.58.4εἷς δὲ τῶν προχειρισθέντων ἐκπορευόμενος ἐκ τοῦ χάρακος ἤδη, καί τι φήσας ἐπιλελῆσθαι, πάλιν ἀνέκαμψε, καὶ λαβὼν τὸ καταλειφθὲν αὖθις ἀπελύετο, νομίζων διὰ τῆς ἀναχωρήσεως τετηρηκέναι τὴν πίστιν καὶ λελυκέναι τὸν ὅρκον.
ところが、選ばれた者のうちの一人は、すでに陣営から外へ出かかったところで、何か忘れ物をしたと言って再び引き返し、残されていたものを受け取ってから再び出発した。 彼はこのように引き返すことで、信義を守り、誓いを果たしたものと考えたのである。
§6.58.5ὧν παραγενομένων εἰς τὴν Ῥώμην, καὶ δεομένων καὶ παρακαλούντων τὴν σύγκλητον μὴ φθονῆσαι τοῖς ἑαλωκόσι τῆς σωτηρίας, ἀλλʼ ἐᾶσαι τρεῖς μνᾶς ἕκαστον καταβαλόντα σωθῆναι πρὸς τοὺς ἀναγκαίους· τοῦτο γὰρ συγχωρεῖν ἔφασαν τὸν Ἀννίβαν· §6.58.6εἶναι δʼ ἀξίους σωτηρίας αὑτούς·
彼らがローマに到着し、捕虜たちの救済を惜しまず、それぞれが三ミナを支払って親族のもとへ救い出されることを許すよう元老院に懇願し求めたとき(彼らはハンニバルがこれを認めたと語った)、また自分たちは救済に値すると主張した。
οὔτε γὰρ ἀποδεδειλιακέναι κατὰ τὴν μάχην οὔτʼ ἀνάξιον οὐδὲν πεποιηκέναι τῆς Ῥώμης, ἀλλʼ ἀπολειφθέντας τὸν χάρακα τηρεῖν, πάντων ἀπολομένων τῶν ἄλλων ἐν τῇ μάχῃ τῷ καιρῷ περιληφθέντας ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις.
なぜなら彼らは戦闘において臆病風を吹かせたわけでもなく、ローマの名に値しないことを何一つ行ったわけでもなく、ただ陣営を警備するために後に残され、他の者がすべて戦闘で討ち死にしたとき、形勢に包囲されて敵の手中に落ちたからである、と。
§6.58.7Ῥωμαῖοι δὲ μεγάλοις κατὰ τὰς μάχας περιπεπτωκότες ἐλαττώμασι, πάντων δʼ ὡς ἔπος εἰπεῖν ἐστερημένοι τότε τῶν συμμάχων, ὅσον οὔπω δὲ προσδοκῶντες τὸν περὶ τῆς πατρίδος αὐτοῖς ἐκφέρεσθαι κίνδυνον, §6.58.8διακούσαντες τῶν λεγομένων οὔτε τοῦ πρέποντος αὑτοῖς εἴξαντες ταῖς συμφοραῖς ὠλιγώρησαν οὔτε τῶν δεόντων οὐδὲν τοῖς λογισμοῖς παρεῖδον,
しかしローマ人たちは、これまで諸戦闘で大敗を喫し、当時ほとんどすべての同盟国を失っており、祖国そのものの危機が今にも降りかかろうと待ち受けている状況であったが、彼らの言い分を詳しく聞いた上で、逆境に屈して自分たちにふさわしい誇りを軽んじることも、理性的判断においてなすべき義務を見落とすこともしなかった。
§6.58.9ἀλλὰ συνιδόντες τὴν Ἀννίβου πρόθεσιν, ὅτι βούλεται διὰ τῆς πράξεως ταύτης ἅμα μὲν εὐπορῆσαι χρημάτων, ἅμα δὲ τὸ φιλότιμον ἐν ταῖς μάχαις ἐξελέσθαι τῶν ἀντιταττομένων, ὑποδείξας ὅτι τοῖς ἡττημένοις ὅμως ἐλπὶς ἀπολείπεται σωτηρίας, §6.58.10τοσοῦτʼ ἀπέσχον τοῦ ποιῆσαί τι τῶν ἀξιουμένων ὥστʼ οὔτε τὸν τῶν οἰκείων ἔλεον οὔτε τὰς ἐκ τῶν ἀνδρῶν ἐσομένας χρείας ἐποιήσαντο περὶ πλείονος,
むしろ、ハンニバルの意図を見抜き、彼がこの行為を通じて、一方では資金を調達し、他方では、敗者にもなお救済の望みが残されていることを示すことで、これに対抗して戦う者たちの戦闘における闘志を奪おうとしていることを理解したので、彼らは要求されたことの何一つを行うにはあまりにも遠く、身内に対する同情も、これらの男たちが将来もたらすであろう有用性も、より重要視することはなかった。
§6.58.11ἀλλὰ τοὺς μὲν Ἀννίβου λογισμοὺς καὶ τὰς ἐν τούτοις ἐλπίδας ἀπέδειξαν κενάς, ἀπειπάμενοι τὴν διαλύτρωσιν τῶν ἀνδρῶν, τοῖς δὲ παρʼ αὑτῶν ἐνομοθέτησαν ἢ νικᾶν μαχομένους ἢ θνήσκειν, ὡς ἄλλης οὐδεμιᾶς ἐλπίδος ὑπαρχούσης εἰς σωτηρίαν αὐτοῖς ἡττωμένοις.
そして、男たちの身代金支払いを拒絶することによって、ハンニバルの目算とそれに対する期待を無に帰せしめ、自軍の兵士たちに対しては、敗北した者には他に救済の望みは一切存在しないとして、戦って勝つか、さもなくば死ぬべきであると命じた。
§6.58.12διὸ καὶ ταῦτα προθέμενοι τοὺς μὲν ἐννέα τῶν πρεσβευτῶν ἐθελοντὴν κατὰ τὸν ὅρκον ἀναχωροῦντας ἐξέπεμψαν, τὸν δὲ σοφισάμενον πρὸς τὸ λῦσαι τὸν ὅρκον δήσαντες ἀποκατέστησαν πρὸς τοὺς πολεμίους,
それゆえ、この方針を決定した上で、彼らは使節のうち、誓いに従って自発的に戻ろうとした九人を送り出し、一方で誓いを免れるために詭弁を用いた一人を縛り上げて敵のもとへ送り届けた。
§6.58.13ὥστε τὸν Ἀννίβαν μὴ τοσοῦτον χαρῆναι νικήσαντα τῇ μάχῃ Ῥωμαίους ὡς συντριβῆναι καταπλαγέντα τὸ στάσιμον καὶ τὸ μεγαλόψυχον τῶν ἀνδρῶν ἐν τοῖς διαβουλίοις.
その結果、ハンニバルは戦闘でローマ人に勝利したことをそれほど喜ぶことはなく、むしろ、元老院の審議における彼らの確固たる姿勢と気高さに圧倒され、打ちのめされることとなった。
[ξοδ. υρβ. φολ. 94 εχξ. αντ. π. 192. ]
[ウルビノ写本94葉、古い抜粋192頁]