Humanitext Reader

波利比奥斯 · 历史 §6.58.1-6.58.13

戛纳战后拒绝赎回罗马俘虏

第 535 段,共 1311 段 · 希腊语

内容简介

讲述在戛纳战役惨败后,罗马元老院面对汉尼拔送回的赎金谈判使者拒绝妥协,坚持不予赎回并规定士兵只能战胜或战死,以此展现罗马政制的坚韧与尊严。

§6.58.1τῶν δὲ συναπτόντων μερῶν τῆς ἱστορίας τοῖς καιροῖς, ἀφʼ ὧν παρεξέβημεν, παραλαβόντες ἐπὶ βραχὺ μιᾶς πράξεως ποιησόμεθα κεφαλαιώδη μνήμην, ἵνα μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τοῖς πράγμασιν, ὥσπερ ἀγαθοῦ τεχνίτου δεῖγμα τῶν ἔργων ἕν τι προενεγκάμενοι, φανερὰν ποιήσωμεν τῆς πολιτείας τὴν ἀκμὴν καὶ δύναμιν, οἵα τις ἦν κατʼ ἐκείνους τοὺς χρόνους.
此时,我们从先前中断的那个时期的历史相连部分中,简要地取出一幕,对其中的一次行动做一概述。 这不仅是通过言辞,更是通过实际行动——正如一位优秀的工匠出示其作品的一件样品——来清晰展现当时的政制鼎盛与实力。
§6.58.2Ἀννίβας γὰρ ἐπειδὴ τῇ περὶ Κάνναν μάχῃ περιγενόμενος Ῥωμαίων ἐγκρατὴς ἐγένετο τῶν τὸν χάρακα φυλαττόντων ὀκτακισχιλίων, ζωγρήσας ἅπαντας συνεχώρησε διαπέμπεσθαι σφίσι πρὸς τοὺς ἐν οἴκῳ περὶ λύτρων καὶ σωτηρίας.
因为汉尼拔在戛纳战役中获胜,掌控了留守营地的八千罗马士兵后,将他们全部生擒,并允许他们派人回到国内的亲属那里,商讨赎金与安全释放的事宜。
§6.58.3τῶν δὲ προχειρισαμένων δέκα τοὺς ἐπιφανεστάτους, ὁρκίσας ἦ μὴν ἐπανήξειν πρὸς αὐτόν, ἐξέπεμψε τούτους.
俘虏们选出了其中最有名望的十人,汉尼拔让他们宣誓必定返回他身边,随后便放他们离去。
§6.58.4εἷς δὲ τῶν προχειρισθέντων ἐκπορευόμενος ἐκ τοῦ χάρακος ἤδη, καί τι φήσας ἐπιλελῆσθαι, πάλιν ἀνέκαμψε, καὶ λαβὼν τὸ καταλειφθὲν αὖθις ἀπελύετο, νομίζων διὰ τῆς ἀναχωρήσεως τετηρηκέναι τὴν πίστιν καὶ λελυκέναι τὸν ὅρκον.
然而,被选出的人中有一人在刚刚走出营地时,声称自己遗忘了某件东西而折返回去,取走遗留之物后再次出发,认为通过这次折返,自己既保持了信义,也履行了誓言。
§6.58.5ὧν παραγενομένων εἰς τὴν Ῥώμην, καὶ δεομένων καὶ παρακαλούντων τὴν σύγκλητον μὴ φθονῆσαι τοῖς ἑαλωκόσι τῆς σωτηρίας, ἀλλʼ ἐᾶσαι τρεῖς μνᾶς ἕκαστον καταβαλόντα σωθῆναι πρὸς τοὺς ἀναγκαίους· τοῦτο γὰρ συγχωρεῖν ἔφασαν τὸν Ἀννίβαν· §6.58.6εἶναι δʼ ἀξίους σωτηρίας αὑτούς· οὔτε γὰρ ἀποδεδειλιακέναι κατὰ τὴν μάχην οὔτʼ ἀνάξιον οὐδὲν πεποιηκέναι τῆς Ῥώμης, ἀλλʼ ἀπολειφθέντας τὸν χάρακα τηρεῖν, πάντων ἀπολομένων τῶν ἄλλων ἐν τῇ μάχῃ τῷ καιρῷ περιληφθέντας ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις.
当这些人抵达罗马,向元老院哀求并恳请,希望不要吝惜对被俘者的救赎,而是允许每人缴纳三米纳以获救回到亲人身边(因为他们称汉尼拔已同意了这一点),并声称自己配得上获得拯救;因为他们既没有在战斗中表现出怯懦,也没有做出任何有辱罗马名誉的事,而只是被留下来看守营地,在其他人都在战斗中牺牲之后,才因形势所迫落入敌手。
§6.58.7Ῥωμαῖοι δὲ μεγάλοις κατὰ τὰς μάχας περιπεπτωκότες ἐλαττώμασι, πάντων δʼ ὡς ἔπος εἰπεῖν ἐστερημένοι τότε τῶν συμμάχων, ὅσον οὔπω δὲ προσδοκῶντες τὸν περὶ τῆς πατρίδος αὐτοῖς ἐκφέρεσθαι κίνδυνον, §6.58.8διακούσαντες τῶν λεγομένων οὔτε τοῦ πρέποντος αὑτοῖς εἴξαντες ταῖς συμφοραῖς ὠλιγώρησαν οὔτε τῶν δεόντων οὐδὲν τοῖς λογισμοῖς παρεῖδον,
罗马人尽管在战役中遭遇惨败,当时几乎失去了所有的盟友,且随时预料到祖国自身将面临灭顶之灾,但在听完这些陈述后,他们既没有向不幸屈服而忽视了自身应有的尊严,也没有在深思熟虑中遗漏任何应尽的职责。
§6.58.9ἀλλὰ συνιδόντες τὴν Ἀννίβου πρόθεσιν, ὅτι βούλεται διὰ τῆς πράξεως ταύτης ἅμα μὲν εὐπορῆσαι χρημάτων, ἅμα δὲ τὸ φιλότιμον ἐν ταῖς μάχαις ἐξελέσθαι τῶν ἀντιταττομένων, ὑποδείξας ὅτι τοῖς ἡττημένοις ὅμως ἐλπὶς ἀπολείπεται σωτηρίας,
相反,他们看穿了汉尼拔的企图,即他希望通过这一行动,一方面获得丰厚的资金,另一方面通过表明即便战败者仍有获救希望,从而瓦解对抗者的战斗意志。
§6.58.10τοσοῦτʼ ἀπέσχον τοῦ ποιῆσαί τι τῶν ἀξιουμένων ὥστʼ οὔτε τὸν τῶν οἰκείων ἔλεον οὔτε τὰς ἐκ τῶν ἀνδρῶν ἐσομένας χρείας ἐποιήσαντο περὶ πλείονος,
罗马人绝无可能顺从这些请求,他们既没有把对亲属的同情看得更重,也没有把这些士兵未来的用处放在首位。
§6.58.11ἀλλὰ τοὺς μὲν Ἀννίβου λογισμοὺς καὶ τὰς ἐν τούτοις ἐλπίδας ἀπέδειξαν κενάς, ἀπειπάμενοι τὴν διαλύτρωσιν τῶν ἀνδρῶν, τοῖς δὲ παρʼ αὑτῶν ἐνομοθέτησαν ἢ νικᾶν μαχομένους ἢ θνήσκειν, ὡς ἄλλης οὐδεμιᾶς ἐλπίδος ὑπαρχούσης εἰς σωτηρίαν αὐτοῖς ἡττωμένοις.
相反,他们通过拒绝赎回这些士兵,使汉尼拔的算计及其期待落空,并对自己的士兵立下规矩:要么在战斗中取胜,要么战死沙场,因为对战败者而言,已不再有任何获救的希望。
§6.58.12διὸ καὶ ταῦτα προθέμενοι τοὺς μὲν ἐννέα τῶν πρεσβευτῶν ἐθελοντὴν κατὰ τὸν ὅρκον ἀναχωροῦντας ἐξέπεμψαν, τὸν δὲ σοφισάμενον πρὸς τὸ λῦσαι τὸν ὅρκον δήσαντες ἀποκατέστησαν πρὸς τοὺς πολεμίους,
因此,在确立了这一方针后,他们将按照誓言自愿返回的九名使者送回,而将那个企图利用诡气逃避誓言的人绑起来送还给敌人。
§6.58.13ὥστε τὸν Ἀννίβαν μὴ τοσοῦτον χαρῆναι νικήσαντα τῇ μάχῃ Ῥωμαίους ὡς συντριβῆναι καταπλαγέντα τὸ στάσιμον καὶ τὸ μεγαλόψυχον τῶν ἀνδρῶν ἐν τοῖς διαβουλίοις.
结果,汉尼拔在战斗中击败罗马人所获得的喜悦,远不及他在看到这些人在决议中所展现的坚定不移与高尚气魄时,所感受到的震惊与挫败。
[ξοδ. υρβ. φολ. 94 εχξ. αντ. π. 192. ]
[乌尔比诺抄本,第94叶,摘录,第192页前。]

词汇与语法注释

  1. §6.58.1τῶν δὲ συναπτόντων μερῶν τῆς ἱστορίας — 部分属格 `τῶν ... μερῶν` 指与作者先前偏离的主题(时期)相联系的历史部分,可理解为分词 `παραλαβόντες` 的宾语,意为“从……的历史部分中取出(一部分)”。
  2. §6.58.3τῶν δὲ προχειρισαμένων — 属格独立结构,其省略的主语指代前一节中提到的罗马捕虏。动词 `προχειρίζομαι` 使用了中动相,意为“(他们自己)选出”。
  3. §6.58.4λελυκέναι τὸν ὅρκον — 虽然 `λύειν τὸν ὅρκον` 通常意为“违背誓言”,但在此处带有讽刺意图,描述了该士兵自私地认为自己通过折返已“解除了”或“履行了”誓言。
  4. §6.58.5μὴ φθονῆσαι τοῖς ἑαλωκόσι τῆς σωτηρίας — 动词 `φθονέω` 同时支配受影响者的与格(`τοῖς ἑαλωκόσι`,对捕虏)和被拒绝之物的属格(`τῆς σωτηρίας`,救赎)。
  5. §6.58.10τοσοῦτʼ ἀπέσχον τοῦ ποιῆσαί τι — 该句结合了 `ἀπέχω τοῦ + 不定式`(远未做某事)与 `τοσοῦτον ... ὥστε`(如此……以至于),构成表示强烈否定的惯用结构,意为“他们非但没有做任何所要求的事,反而……”。

引用这一段

波利比奥斯, 历史 §6.58.1-6.58.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.58.1-6.58.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。