§6.53.1ὅταν γὰρ μεταλλάξῃ τις παρʼ αὐτοῖς τῶν ἐπιφανῶν ἀνδρῶν, συντελουμένης τῆς ἐκφορᾶς κομίζεται μετὰ τοῦ λοιποῦ κόσμου πρὸς τοὺς καλουμένους ἐμβόλους εἰς τὴν ἀγορὰν ποτὲ μὲν ἑστὼς ἐναργής, σπανίως δὲ κατακεκλιμένος.
というのも、彼らの間でもし高名な人物の一人が世を去ると、葬儀が執り行われるにあたり、その遺体は他の装飾とともに、いわゆるロストラへと、広場のなかに運ばれるが、ある時ははっきりと見えるように立たされ、稀には横たえられている。
§6.53.2πέριξ δὲ παντὸς τοῦ δήμου στάντος, ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους, ἂν μὲν υἱὸς ἐν ἡλικίᾳ καταλείπηται καὶ τύχῃ παρών, οὗτος, εἰ δὲ μή, τῶν ἄλλων εἴ τις ἀπὸ γένους ὑπάρχει, λέγει περὶ τοῦ τετελευτηκότος τὰς ἀρετὰς καὶ τὰς ἐπιτετευγμένας ἐν τῷ ζῆν πράξεις.
そして全市民が周囲に立つ中で、ロストラの上に登り、もし成人した息子が遺され、たまたまその場に居合わせているならこの息子が、そうでなければ親族の他の誰かがいるならその者が、亡くなった人について、その徳行と生涯において成し遂げられた事績を語るのである。
§6.53.3διʼ ὧν συμβαίνει τοὺς πολλοὺς ἀναμιμνησκομένους καὶ λαμβάνοντας ὑπὸ τὴν ὄψιν τὰ γεγονότα, μὴ μόνον τοὺς κεκοινωνηκότας τῶν ἔργων, ἀλλὰ καὶ τοὺς ἐκτός, ἐπὶ τοσοῦτον γίνεσθαι συμπαθεῖς ὥστε μὴ τῶν κηδευόντων ἴδιον, ἀλλὰ κοινὸν τοῦ δήμου φαίνεσθαι τὸ σύμπτωμα.
これらによって、多くの人々がその出来事を思い起こし、目の当たりにすることになり、その事績を共にした人々だけでなく、それ以外の人々までもが、これほどまでに同情するようになるため、その不幸は遺族の私的なものとしてではなく、市民全体の共通のものとして見えるほどになる。
§6.53.4μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες.
その後に埋葬し、慣習の儀礼を済ませた後、彼らは亡くなった人の肖像を、家の中で最も目立つ場所に、木製のお堂に納めて置く。
§6.53.5ἡ δʼ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν.
その肖像とは、肉付けにおいても彩色においても、酷似するように見事に仕上げられた仮面である。
§6.53.6ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.
これらの肖像を、彼らは公の犠牲祭の際にお堂を開けて熱心に飾り立て、また親族の誰か高名な人が亡くなると、体格やその他の容姿において最も似ていると思われる人々を葬列に引き連れ、これらを身につけさせる。
§6.53.7οὗτοι δὲ προσαναλαμβάνουσιν ἐσθῆτας, ἐὰν μὲν ὕπατος ἢ στρατηγὸς ᾖ γεγονώς, περιπορφύρους, ἐὰν δὲ τιμητής, πορφυρᾶς, ἐὰν δὲ καὶ τεθριαμβευκὼς ἤ τι τοιοῦτον κατειργασμένος, διαχρύσους.
そして、これらの人々はさらに衣服を身にまとうが、もし執政官か法務官であったなら紫の縁取りのある衣を、監察官であったなら紫一色の衣を、凱旋式を挙行したか、あるいはそれに類する業績を上げた者であったなら金糸をあしらった衣をまとう。
§6.53.8αὐτοὶ μὲν οὖν ἐφʼ ἁρμάτων οὗτοι πορεύονται, ῥάβδοι δὲ καὶ πελέκεις καὶ τἄλλα τὰ ταῖς ἀρχαῖς εἰωθότα συμπαρακεῖσθαι προηγεῖται κατὰ τὴν ἀξίαν ἑκάστῳ τῆς γεγενημένης κατὰ τὸν βίον ἐν τῇ πολιτείᾳ προαγωγῆς ὅταν δʼ ἐπὶ τοὺς ἐμβόλους ἔλθωσι,
こうして彼ら自身は馬車に乗って進み、職杖や斧、およびその他、各役職に伴って随伴する慣例の象徴が、それぞれが生涯に国制において得た職階の格式に従って先導する。
§6.53.9καθέζονται πάντες ἑξῆς ἐπὶ δίφρων ἐλεφαντίνων.
そして彼らがロストラに到着すると、全員が順に象牙の椅子に座る。
οὗ κάλλιον οὐκ εὐμαρὲς ἰδεῖν θέαμα νέῳ φιλοδόξῳ καὶ φιλαγάθῳ·
名誉を愛し善美を愛する若者にとって、これ以上に美しい光景を見ることは容易ではない。
§6.53.10τὸ γὰρ τὰς τῶν ἐπʼ ἀρετῇ δεδοξασμένων ἀνδρῶν εἰκόνας ἰδεῖν ὁμοῦ πάσας οἷον εἰ ζώσας καὶ πεπνυμένας τίνʼ οὐκ ἂν παραστήσαι;
なぜなら、卓越性によって名声を得た人々の肖像をすべて一堂に会し、あたかも生きていて息づいているかのように見ることは、誰の心を揺り動かさずにいられようか。
τί δʼ ἂν κάλλιον
また、これより美しい何ものがあり得ようか。