§6.52.1τά γε μὴν κατὰ μέρος, οἷον εὐθέως τὰ πρὸς τὰς πολεμικὰς χρείας, τὸ μὲν πρὸς τὰς κατὰ θάλατταν, ὅπερ εἰκός, ἄμεινον ἀσκοῦσι καὶ παρασκευάζονται Καρχηδόνιοι διὰ τὸ καὶ πάτριον αὐτοῖς ὑπάρχειν ἐκ παλαιοῦ τὴν ἐμπειρίαν ταύτην καὶ θαλαττουργεῖν μάλιστα πάντων ἀνθρώπων,
しかしながら個々の部分に関しては、たとえば直ちに軍事上の必要に目を向けるなら、海上に関する事柄においては、当然のことながら、カルタゴ人のほうがより良く訓練し準備している。 なぜなら彼らにとってはこの経験が古くから祖先伝来のものであり、あらゆる人間の中で最も熱心に海上での仕事に従事しているからである。
§6.52.2τὸ δὲ περὶ τὰς πεζικὰς χρείας πολὺ δή τι Ῥωμαῖοι πρὸς τὸ βέλτιον ἀσκοῦσι Καρχηδονίων.
しかし、陸上(歩兵)の必要に関する事柄においては、ローマ人のほうがカルタゴ人よりもはるかに優れた訓練を行っている。
§6.52.3οἱ μὲν γὰρ τὴν ὅλην περὶ τοῦτο ποιοῦνται σπουδήν, Καρχηδόνιοι δὲ τῶν μὲν πεζικῶν εἰς τέλος ὀλιγωροῦσι, τῶν δʼ ἱππικῶν βραχεῖάν τινα ποιοῦνται πρόνοιαν.
というのも、前者はこのことに全精力を注いでいるのに対し、カルタゴ人は歩兵(陸上戦力)を完全に軽視し、騎兵に対してわずかな配慮をしているにすぎないからである。
§6.52.4αἴτιον δὲ τούτων ἐστὶν ὅτι ξενικαῖς καὶ μισθοφόροις χρῶνται δυνάμεσι, Ῥωμαῖοι δʼ ἐγχωρίοις καὶ πολιτικαῖς.
この原因は、彼らが外国人の傭兵部隊を用いているのに対し、ローマ人は地元民(本土出身者)および市民の部隊を用いていることにある。
§6.52.5ᾗ καὶ περὶ τοῦτο τὸ μέρος ταύτην τὴν πολιτείαν ἀποδεκτέον ἐκείνης μᾶλλον·
それゆえ、この点に関しても、こちらの国制(ローマの国制)をあちら(カルタゴ)よりもむしろ評価すべきである。
ἡ μὲν γὰρ ἐν ταῖς τῶν μισθοφόρων εὐψυχίαις ἔχει τὰς ἐλπίδας ἀεὶ τῆς ἐλευθερίας, ἡ δὲ Ῥωμαίων ἐν ταῖς σφετέραις ἀρεταῖς καὶ ταῖς τῶν συμμάχων ἐπαρκείαις.
なぜなら、あちらは傭兵たちの勇気に常に自由の望みを託しているのに対し、ローマの国制は自分たちの勇気と同盟国の援助にそれを託しているからである。
§6.52.6διὸ κἄν ποτε πταίσωσι κατὰ τὰς ἀρχάς, Ῥωμαῖοι μὲν ἀναμάχονται τοῖς ὅλοις, Καρχηδόνιοι δὲ τοὐναντίον.
したがって、たとえ最初に敗北することがあっても、ローマ人は戦局全体を挽回するが、カルタゴ人はその逆である。
§6.52.7ἐκεῖνοι γὰρ ὑπὲρ πατρίδος ἀγωνιζόμενοι καὶ τέκνων οὐδέποτε δύνανται λῆξαι τῆς ὀργῆς, ἀλλὰ μένουσι ψυχομαχοῦντες, ἕως ἂν περιγένωνται τῶν ἐχθρῶν.
なぜなら、ローマ人(彼ら)は祖国と子供たちのために戦うがゆえに、決してその闘志を失うことができず、敵に打ち勝つまで命がけで戦い続けるからである。
§6.52.8διὸ καὶ περὶ τὰς ναυτικὰς δυνάμεις πολύ τι λειπόμενοι Ῥωμαῖοι κατὰ τὴν ἐμπειρίαν, ὡς προεῖπον ἐπάνω, τοῖς ὅλοις ἐπικρατοῦσι διὰ τὰς τῶν ἀνδρῶν ἀρετάς·
それゆえ、ローマ人は海軍力において経験の面で大いに劣っているにもかかわらず、先に述べたように、兵士たちの勇気によって全体として勝利を収めるのである。
§6.52.9καίπερ γὰρ οὐ μικρὰ συμβαλλομένης εἰς τοὺς κατὰ θάλατταν κινδύνους τῆς ναυτικῆς χρείας, ὅμως ἡ τῶν ἐπιβατῶν εὐψυχία πλείστην παρέχεται ῥοπὴν εἰς τὸ νικᾶν.
なぜなら、海上における危険に対して海軍技術(の貢献)が少なからぬ役割を果たすとはいえ、それでもやはり、海兵たちの勇気が勝利をもたらすための最大の決定打となるからである。
§6.52.10διαφέρουσι μὲν οὖν καὶ φύσει πάντες Ἰταλιῶται Φοινίκων καὶ Λιβύων τῇ τε σωματικῇ ῥώμῃ καὶ ταῖς ψυχικαῖς τόλμαις·
そもそも、すべてのイタリア人は生まれつき、身体的な強健さと精神的な大胆さの両方において、フェニキア人(カルタゴ人)やリビア人とは異なっている。
μεγάλην δὲ καὶ διὰ τῶν ἐθισμῶν πρὸς τοῦτο τὸ μέρος ποιοῦνται τῶν νέων παρόρμησιν.
さらに彼らは、若者たちの習慣(教育)を通じて、この点に関して大きな動機づけを行っている。
§6.52.11ἓν δὲ ῥηθὲν ἱκανὸν ἔσται σημεῖον τῆς τοῦ πολιτεύματος σπουδῆς, ἣν ποιεῖται περὶ τὸ τοιούτους ἀποτελεῖν ἄνδρας ὥστε πᾶν ὑπομένειν χάριν τοῦ τυχεῖν ἐν τῇ πατρίδι τῆς ἐπʼ ἀρετῇ φήμης.
祖国において卓越性に対する名声を得るためなら、いかなることも耐え忍ぶような人間を作り上げるために、この国制がいかに熱心に取り組んでいるかを示す証拠としては、ある一つのことを語るだけで十分であろう。