§6.53.1ὅταν γὰρ μεταλλάξῃ τις παρʼ αὐτοῖς τῶν ἐπιφανῶν ἀνδρῶν, συντελουμένης τῆς ἐκφορᾶς κομίζεται μετὰ τοῦ λοιποῦ κόσμου πρὸς τοὺς καλουμένους ἐμβόλους εἰς τὴν ἀγορὰν ποτὲ μὲν ἑστὼς ἐναργής, σπανίως δὲ κατακεκλιμένος.
因为当他们之中的显赫人物去世、举办葬礼时,逝者会与其他的随行装饰一起被运往广场上所谓的“演说坛”,有时清晰可见地立着,极少是躺着的。
§6.53.2πέριξ δὲ παντὸς τοῦ δήμου στάντος, ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους, ἂν μὲν υἱὸς ἐν ἡλικίᾳ καταλείπηται καὶ τύχῃ παρών, οὗτος, εἰ δὲ μή, τῶν ἄλλων εἴ τις ἀπὸ γένους ὑπάρχει, λέγει περὶ τοῦ τετελευτηκότος τὰς ἀρετὰς καὶ τὰς ἐπιτετευγμένας ἐν τῷ ζῆν πράξεις.
在所有民众环绕站立的情况下,登上演说坛的人,如果有成年的儿子留下来且正好在场,就由他来宣读,若非如此,则是家族中其他合适的人,来讲述逝者的德行以及其一生中所成就的事迹。
§6.53.3διʼ ὧν συμβαίνει τοὺς πολλοὺς ἀναμιμνησκομένους καὶ λαμβάνοντας ὑπὸ τὴν ὄψιν τὰ γεγονότα, μὴ μόνον τοὺς κεκοινωνηκότας τῶν ἔργων, ἀλλὰ καὶ τοὺς ἐκτός, ἐπὶ τοσοῦτον γίνεσθαι συμπαθεῖς ὥστε μὴ τῶν κηδευόντων ἴδιον, ἀλλὰ κοινὸν τοῦ δήμου φαίνεσθαι τὸ σύμπτωμα.
通过这些讲述,众人——不仅是曾共同参与这些事迹的人,甚至包括局外人——都会回忆起往事,并让这些事迹浮现在眼前,以至于他们产生极大同情,使得这一不幸不再显得只是家属的私事,而是全民众所共有的悲伤。
§6.53.4μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες.
在此之后,他们将其安葬并履行完既定仪式,便将逝者的肖像安放在家中最为显眼的位置,并用木制的小龛将其围起来。
§6.53.5ἡ δʼ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν.
这一肖像是一副假面,无论在塑造还是在绘色上,都被制作得与本人极为相似。
§6.53.6ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.
在举行公共祭祀时,他们会打开这些小龛,热心地装饰这些肖像;每当家族中有显赫人物去世时,他们便将这些肖像带到葬礼上,让在身材和整体容貌上看起来最相似的人佩戴它们。
§6.53.7οὗτοι δὲ προσαναλαμβάνουσιν ἐσθῆτας, ἐὰν μὲν ὕπατος ἢ στρατηγὸς ᾖ γεγονώς, περιπορφύρους, ἐὰν δὲ τιμητής, πορφυρᾶς, ἐὰν δὲ καὶ τεθριαμβευκὼς ἤ τι τοιοῦτον κατειργασμένος, διαχρύσους.
这些人还穿上相应的服饰:如果逝者曾担任过执政官或法务官,就穿有紫边的长袍;如果是监察官,就穿纯紫色的长袍;如果他曾举行过凯旋式或取得过类似的功绩,就穿绣金的长袍。
§6.53.8αὐτοὶ μὲν οὖν ἐφʼ ἁρμάτων οὗτοι πορεύονται, ῥάβδοι δὲ καὶ πελέκεις καὶ τἄλλα τὰ ταῖς ἀρχαῖς εἰωθότα συμπαρακεῖσθαι προηγεῖται κατὰ τὴν ἀξίαν ἑκάστῳ τῆς γεγενημένης κατὰ τὸν βίον ἐν τῇ πολιτείᾳ προαγωγῆς ὅταν δʼ ἐπὶ τοὺς ἐμβόλους ἔλθωσι, §6.53.9καθέζονται πάντες ἑξῆς ἐπὶ δίφρων ἐλεφαντίνων.
因此,他们乘坐着马车前行,而职杖、斧头以及其他惯例随侍各官职的标志物,则根据每个人生前在国家中所获得的官阶等级而在前面引导;当他们到达演说坛时,所有人便顺次坐在象牙椅上。
οὗ κάλλιον οὐκ εὐμαρὲς ἰδεῖν θέαμα νέῳ φιλοδόξῳ καὶ φιλαγάθῳ·
对于追求荣誉、追求善美的年轻人来说,没有比这更美丽、更容易见到的景象了。
§6.53.10τὸ γὰρ τὰς τῶν ἐπʼ ἀρετῇ δεδοξασμένων ἀνδρῶν εἰκόνας ἰδεῖν ὁμοῦ πάσας οἷον εἰ ζώσας καὶ πεπνυμένας τίνʼ οὐκ ἂν παραστήσαι;
因为看到这些因德行而享有盛名之人的肖像全都聚在一起,仿佛活着且在呼吸一般,这怎能不打动每个人的心呢?
τί δʼ ἂν κάλλιον
又有什么景象能比这更美丽呢?