§6.52.1τά γε μὴν κατὰ μέρος, οἷον εὐθέως τὰ πρὸς τὰς πολεμικὰς χρείας, τὸ μὲν πρὸς τὰς κατὰ θάλατταν, ὅπερ εἰκός, ἄμεινον ἀσκοῦσι καὶ παρασκευάζονται Καρχηδόνιοι διὰ τὸ καὶ πάτριον αὐτοῖς ὑπάρχειν ἐκ παλαιοῦ τὴν ἐμπειρίαν ταύτην καὶ θαλαττουργεῖν μάλιστα πάντων ἀνθρώπων,
然而,就具体细节而言,例如直接看军事需求,在海上事务方面,迦太基人自然训练和准备得更好,因为这一经验自古以来就是他们祖传的,且他们在所有人中最热衷于航海。
§6.52.2τὸ δὲ περὶ τὰς πεζικὰς χρείας πολὺ δή τι Ῥωμαῖοι πρὸς τὸ βέλτιον ἀσκοῦσι Καρχηδονίων.
但在步兵需求方面,罗马人的训练程度远优于迦太基人。
§6.52.3οἱ μὲν γὰρ τὴν ὅλην περὶ τοῦτο ποιοῦνται σπουδήν, Καρχηδόνιοι δὲ τῶν μὲν πεζικῶν εἰς τέλος ὀλιγωροῦσι, τῶν δʼ ἱππικῶν βραχεῖάν τινα ποιοῦνται πρόνοιαν.
因为前者将全部精力倾注于此,而迦太基人则完全忽视步兵,对骑兵也仅做些许微不足道的准备。
§6.52.4αἴτιον δὲ τούτων ἐστὶν ὅτι ξενικαῖς καὶ μισθοφόροις χρῶνται δυνάμεσι, Ῥωμαῖοι δʼ ἐγχωρίοις καὶ πολιτικαῖς.
其原因在于,迦太基人使用的是外国和雇佣军,而罗马人使用的是本土和公民军。
§6.52.5ᾗ καὶ περὶ τοῦτο τὸ μέρος ταύτην τὴν πολιτείαν ἀποδεκτέον ἐκείνης μᾶλλον· ἡ μὲν γὰρ ἐν ταῖς τῶν μισθοφόρων εὐψυχίαις ἔχει τὰς ἐλπίδας ἀεὶ τῆς ἐλευθερίας, ἡ δὲ Ῥωμαίων ἐν ταῖς σφετέραις ἀρεταῖς καὶ ταῖς τῶν συμμάχων ἐπαρκείαις.
因此,在这一方面,这一政体(罗马政体)也比那一政体更值得赞许;因为那一方总是将自由的希望寄托在雇佣军的英勇上,而罗马人的政体则寄托在自身的德行和盟友的援助上。
§6.52.6διὸ κἄν ποτε πταίσωσι κατὰ τὰς ἀρχάς, Ῥωμαῖοι μὲν ἀναμάχονται τοῖς ὅλοις, Καρχηδόνιοι δὲ τοὐναντίον.
所以,即使最初遭受挫败,罗马人也能挽回全局,而迦太基人则恰恰相反。
§6.52.7ἐκεῖνοι γὰρ ὑπὲρ πατρίδος ἀγωνιζόμενοι καὶ τέκνων οὐδέποτε δύνανται λῆξαι τῆς ὀργῆς, ἀλλὰ μένουσι ψυχομαχοῦντες, ἕως ἂν περιγένωνται τῶν ἐχθρῶν.
因为罗马人为了祖国和孩子而战,永远不会熄灭斗志,而是坚持拼死搏斗,直到战胜敌人。
§6.52.8διὸ καὶ περὶ τὰς ναυτικὰς δυνάμεις πολύ τι λειπόμενοι Ῥωμαῖοι κατὰ τὴν ἐμπειρίαν, ὡς προεῖπον ἐπάνω, τοῖς ὅλοις ἐπικρατοῦσι διὰ τὰς τῶν ἀνδρῶν ἀρετάς·
因此,即使罗马人在海军力量的经验上如前文所述大为逊色,但凭借士兵们的英勇,他们最终在全局上占据了上风。
§6.52.9καίπερ γὰρ οὐ μικρὰ συμβαλλομένης εἰς τοὺς κατὰ θάλατταν κινδύνους τῆς ναυτικῆς χρείας, ὅμως ἡ τῶν ἐπιβατῶν εὐψυχία πλείστην παρέχεται ῥοπὴν εἰς τὸ νικᾶν.
因为虽然航海技术在海上的危险中起到了不小的作用,但海兵的英勇依然是决定胜利的最关键砝码。
§6.52.10διαφέρουσι μὲν οὖν καὶ φύσει πάντες Ἰταλιῶται Φοινίκων καὶ Λιβύων τῇ τε σωματικῇ ῥώμῃ καὶ ταῖς ψυχικαῖς τόλμαις· μεγάλην δὲ καὶ διὰ τῶν ἐθισμῶν πρὸς τοῦτο τὸ μέρος ποιοῦνται τῶν νέων παρόρμησιν.
况且,所有意大利人在身体力量和精神胆识上,天生就与腓尼基人和利比亚人不同;而且他们还通过习惯,在这一方面对年轻人进行了极大的激励。
§6.52.11ἓν δὲ ῥηθὲν ἱκανὸν ἔσται σημεῖον τῆς τοῦ πολιτεύματος σπουδῆς, ἣν ποιεῖται περὶ τὸ τοιούτους ἀποτελεῖν ἄνδρας ὥστε πᾶν ὑπομένειν χάριν τοῦ τυχεῖν ἐν τῇ πατρίδι τῆς ἐπʼ ἀρετῇ φήμης.
若要证明该政体在培养此类人才方面做出了何等努力——使其为了在祖国获得关于卓越的名声而甘愿忍受一切——只需提及一件事便已足够。