§6.50.1τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην;
それでは、何の目的で私はこれらに論を逸らしたのだろうか。
ἵνα γένηται διʼ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν ἡ Λυκούργου νομοθεσία,
それは、事実それ自体を通じて、リュクルゴスの立法が自分たちのものを確実に守り抜くこと、そして自由を維持することに対しては自足的(十分)であるということが明らかになるためである。
§6.50.2καὶ τοῖς γε τοῦτο τὸ τέλος ἀποδεχομένοις τῆς πολιτείας συγχωρητέον ὡς οὔτʼ ἔστιν οὔτε γέγονεν οὐδὲν αἱρετώτερον τοῦ Λακωνικοῦ καταστήματος καὶ συντάγματος.
そして、国制のこの目的を受け入れる人々にとっては、ラコニアの制度や組織よりも好ましいものは存在しないし、存在したこともないと認めざるを得ない。
§6.50.3εἰ δέ τις μειζόνων ἐφίεται, κἀκείνου κάλλιον καὶ σεμνότερον εἶναι νομίζει τὸ πολλῶν μὲν ἡγεῖσθαι, πολλῶν δʼ ἐπικρατεῖν καὶ δεσπόζειν, πάντας δʼ εἰς αὐτὸν ἀποβλέπειν καὶ νεύειν πρὸς αὐτόν, §6.50.4τῇδέ πῃ συγχωρητέον τὸ μὲν Λακωνικὸν ἐνδεὲς εἶναι πολίτευμα, τὸ δὲ Ῥωμαίων διαφέρειν καὶ δυναμικωτέραν ἔχειν τὴν σύστασιν.
しかし、もし誰かがより大きなものを熱望し、多くの人々を指導し、多くの人々を支配し君臨すること、そしてすべての人が彼を仰ぎ見て彼に追従することを、あのことよりも美しく崇高なことであると考えるなら、ある意味で、ラコニアの国制は不十分であり、他方、ローマ人の国制は優れており、より強力な組織を持っていると認めざるを得ない。
§6.50.5δῆλον δὲ τοῦτʼ ἐξ αὐτῶν γέγονε τῶν πραγμάτων.
このことは事実それ自体から明らかになった。
Λακεδαιμόνιοι μὲν γὰρ ὁρμήσαντες ἐπὶ τὸ κατακτᾶσθαι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ταχέως ἐκινδύνευσαν καὶ περὶ τῆς σφετέρας ἐλευθερίας·
というのも、ラケダイモン人たちはギリシア人の覇権を獲得しようと突進した結果、すぐに自分たち自身の自由さえも危うくしたからである。
§6.50.6Ῥωμαῖοι δὲ τῆς Ἰταλιωτῶν αὐτῶν ἐπιλαβόμενοι δυναστείας, ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ὑφʼ ἑαυτοὺς ἐποιήσαντο τὴν οἰκουμένην, οὐ μικρὰ πρὸς τὸ καθικέσθαι τῆς πράξεως ταύτης συμβαλλομένης αὐτοῖς τῆς εὐπορίας καὶ τῆς ἑτοιμότητος τῆς κατὰ τὰς χορηγίας.
これに対して、ローマ人たちはイタリア人自体の支配権を握ると、短期間のうちに居住世界全体を自分たちの支配下に置いたが、この偉業を達成することに対して、物資調達に関する豊富さと準備の万端さが彼らに少なからず貢献したのである。