Humanitext Reader

波利比奥斯 · 历史 §6.50.1-6.50.6

对外扩张中斯巴达与罗马政体的比较

第 527 段,共 1311 段 · 希腊语

内容简介

作者指出,虽然来库古的立法足以用于自卫,但如果要追求扩张,罗马的政体更具优势;他通过对比拉刻代蒙争霸的失败与罗马凭借雄厚资源和组织成功征服世界的历史结果来说明这一点。

§6.50.1τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην;
那么,我究竟是为了什么目的才逸入这些讨论的呢?
ἵνα γένηται διʼ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν ἡ Λυκούργου νομοθεσία, §6.50.2καὶ τοῖς γε τοῦτο τὸ τέλος ἀποδεχομένοις τῆς πολιτείας συγχωρητέον ὡς οὔτʼ ἔστιν οὔτε γέγονεν οὐδὲν αἱρετώτερον τοῦ Λακωνικοῦ καταστήματος καὶ συντάγματος.
这是为了通过事实本身清楚地表明,在安全地守护自身家园和维护自由方面,来库古的立法是自足的;而对于那些接受国家制度的这一目的的人来说,必须承认,无论在现在还是过去,都没有比拉科尼亚的体制和组织更值得选择的了。
§6.50.3εἰ δέ τις μειζόνων ἐφίεται, κἀκείνου κάλλιον καὶ σεμνότερον εἶναι νομίζει τὸ πολλῶν μὲν ἡγεῖσθαι, πολλῶν δʼ ἐπικρατεῖν καὶ δεσπόζειν, πάντας δʼ εἰς αὐτὸν ἀποβλέπειν καὶ νεύειν πρὸς αὐτόν, §6.50.4τῇδέ πῃ συγχωρητέον τὸ μὲν Λακωνικὸν ἐνδεὲς εἶναι πολίτευμα, τὸ δὲ Ῥωμαίων διαφέρειν καὶ δυναμικωτέραν ἔχειν τὴν σύστασιν.
但如果有人追求更伟大的目标,并认为比起前者,领导众人、统治并奴役众人,以及让所有人仰望并顺从他,是更美好、更尊贵的事情,那么在某种意义上,我们必须承认拉科尼亚的政体是不完善的,而罗马人的政体则更为优越,拥有更强有力的组织结构。
§6.50.5δῆλον δὲ τοῦτʼ ἐξ αὐτῶν γέγονε τῶν πραγμάτων.
而这一点已从事实本身中得到了证明。
Λακεδαιμόνιοι μὲν γὰρ ὁρμήσαντες ἐπὶ τὸ κατακτᾶσθαι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ταχέως ἐκινδύνευσαν καὶ περὶ τῆς σφετέρας ἐλευθερίας· §6.50.6Ῥωμαῖοι δὲ τῆς Ἰταλιωτῶν αὐτῶν ἐπιλαβόμενοι δυναστείας, ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ὑφʼ ἑαυτοὺς ἐποιήσαντο τὴν οἰκουμένην, οὐ μικρὰ πρὸς τὸ καθικέσθαι τῆς πράξεως ταύτης συμβαλλομένης αὐτοῖς τῆς εὐπορίας καὶ τῆς ἑτοιμότητος τῆς κατὰ τὰς χορηγίας.
因为拉刻代蒙人急于夺取希腊人的霸权,结果很快连他们自己的自由也面临危险;而罗马人在掌握了意大利人自身的统治权后,在很短的时间内将整个居住世界置于自己的统治之下,他们在物资供应方面的充裕和随时可用的准备,为他们达成这一功业做出了不小的贡献。

词汇与语法注释

  1. §6.50.1ἵνα γένηται — 该 ἵνα 从句用作对前文疑问句的直接回答,省略了主句动词(如“我提到这些是……”),直接表示目的。
  2. §6.50.2τοῖς γε τοῦτο τὸ τέλος ἀποδεχομένοις — 与格分词短语,用作后续非人称形容动词 συγχωρητέον(必须承认)的施事者与格。
  3. §6.50.3κἀκείνου — κἀκείνου 是 καὶ ἐκείνου 的混同形。用作比较属格,与比较级 κάλλιον 和 σεμνότερον 连用,指代前述“自卫和维持自由”的国家目的。
  4. §6.50.6συμβαλλομένης — 现在分词属格,与主语 τῆς εὐπορίας καὶ τῆς ἑτοιμότητος 构成独立属格结构。οὐ μικρὰ 起副词性修饰作用(内含宾格),修饰该分词。

引用这一段

波利比奥斯, 历史 §6.50.1-6.50.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.50.1-6.50.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。