§6.41.1ὅταν δὲ κατὰ τὰς πορείας ἐγγίζωσι στρατοπεδεύειν, προπορεύονται χιλίαρχος καὶ τῶν ταξιάρχων οἱ πρὸς τοῦτο τὸ μέρος ἀεὶ προχειρισθέντες,
行軍中に陣営の設営地に近づくと、一人の千人隊長と、この任務のために常に事前に選ばれている百人隊長たちが先んじて進む。
§6.41.2οἵτινες ἐπειδὰν συνθεάσωνται τὸν ὅλον τόπον, οὗ δεῖ στρατοπεδεύειν, ἐν αὐτῷ τούτῳ πρῶτον μὲν διέλαβον τὴν τοῦ στρατηγοῦ σκηνὴν οὗ δεήσει θεῖναι κατὰ τὸν ἄρτι λόγον, καὶ παρὰ ποίαν ἐπιφάνειαν καὶ πλευρὰν τῆς περὶ τὴν σκηνὴν περιστάσεως παρεμβαλεῖν τὰ στρατόπεδα·
彼らは、設営すべき場所の全体を見渡すと、その場所自体において、まず第一に、先ほどの説明に従って将軍の幕舎を置くべき位置を定め、またその幕舎の周囲の空間のどの方向およびどの側面に沿ってレギオンを配置すべきかを定める。
§6.41.3τούτων δὲ προκριθέντων διαμετροῦνται τὴν περίστασιν τῆς σκηνῆς, μετὰ δὲ ταῦτα τὴν εὐθεῖαν, ἐφʼ ἧς αἱ σκηναὶ τίθενται τῶν χιλιάρχων, ἑξῆς δὲ τὴν ταύτης παράλληλον, ἀφʼ ἧς ἄρχεται τὰ στρατόπεδα παρεμβάλλειν.
これらが決定されると、彼らは将軍の幕舎の周囲の空間を測定し、その後、千人隊長たちの幕舎が置かれる直線を、次にこれと平行な、レギオンの配置が始まる基準線を測定する。
§6.41.4ὁμοίως δὲ καὶ τὰ ἐπὶ θάτερα μέρη τῆς σκηνῆς κατεμετρήσαντο γραμμαῖς, περὶ ὧν ὑπεδείξαμεν ἄρτι διὰ πλειόνων κατὰ μέρος.
同様に、彼らは幕舎のもう一方の側の区域もいくつかの直線によって測定する。 これらについては、先ほど詳しく部分ごとに説明した通りである。
§6.41.5γενομένων δὲ τούτων ἐν βραχεῖ χρόνῳ διὰ τὸ ῥᾳδίαν εἶναι τὴν καταμέτρησιν, ὡς ἁπάντων ὡρισμένων καὶ συνήθων ὄντων διαστημάτων,
すべての間隔が決定されており馴染みのものであるため、測定が容易であり、これらの作業は短時間で行われる。
§6.41.6μετὰ δὲ ταῦτα σημαίαν ἔπηξαν μίαν μὲν καὶ πρώτην, ἐν ᾧ δεῖ τόπῳ τίθεσθαι τὴν τοῦ στρατηγοῦ σκηνήν, δευτέραν δὲ τὴν ἐπὶ τῆς προκριθείσης πλευρᾶς, τρίτην ἐπὶ μέσης τῆς γραμμῆς ἐφʼ ἧς οἱ χιλίαρχοι σκηνοῦσι, τετάρτην, παρʼ ἣν τίθενται τὰ στρατόπεδα.
この後に彼らは旗を立てる。 まず第一の旗を将軍の幕舎が置かれるべき場所に、第二の旗を決定された側面に、第三の旗を千人隊長たちが幕営する直線の中央に、第四の旗をレギオンが配置される基準線のところに。
καὶ ταύτας μὲν ποιοῦσι φοινικιᾶς, §6.41.7τὴν δὲ τοῦ στρατηγοῦ λευκήν.
そして、これらの旗を彼らは真紅のものとするが、将軍の旗は白色とする。
τὰ δʼ ἐπὶ θάτερα ποτὲ μὲν ψιλὰ δόρατα πηγνύουσι, ποτὲ δὲ σημαίας ἐκ τῶν ἄλλων χρωμάτων.
もう一方の側の区域には、ある時は単なる槍を突き立て、ある時は他の色の旗を立てる。
§6.41.8γενομένων δὲ τούτων ἑξῆς τὰς ῥύμας διεμέτρησαν καὶ δόρατα κατέπηξαν ἐφʼ ἑκάστης ῥύμης.
これらが終わると、次に彼らは通りを測定し、各通りの端に槍を突き立てる。
§6.41.9ἐξ ὧν εἰκότως, ὅταν ἐγγίσῃ τὰ στρατόπεδα κατὰ τὰς πορείας καὶ γένητʼ εὐσύνοπτος ὁ τόπος τῆς παρεμβολῆς, εὐθέως ἅπαντα γίνεται πᾶσι γνώριμα, τεκμαιρομένοις καὶ συλλογιζομένοις ἀπὸ τῆς τοῦ στρατηγοῦ σημαίας.
これらの配置のおかげで、当然のことながら、行軍中にレギオンが近づいて陣営の場所が見晴らせるようになると、将軍の旗を基準にして推測し判断することによって、直ちにすべてがすべての人にとって明白になる。
§6.41.10λοιπὸν ἑκάστου σαφῶς γινώσκοντος ἐν ποίᾳ ῥύμῃ καὶ ποίῳ τόπῳ τῆς ῥύμης σκηνοῖ διὰ τὸ πάντας ἀεὶ τὸν αὐτὸν ἐπέχειν τῆς στρατοπεδείας, γίνεταί τι παραπλήσιον, οἷον ὅταν εἰς πόλιν εἰσίῃ στρατόπεδον ἐγχώριον.
その結果、各自がどの通りに、またその通りのどの場所に幕営するのかを明確に知っている。 全員が常に陣営の同じ位置を占めるからであり、自国の軍隊が故郷の都市に入っていくときと非常によく似たことが起こるのである。
§6.41.11καὶ γὰρ ἐκεῖ διακλίναντες ἀπὸ τῶν πυλῶν εὐθέως ἕκαστοι προάγουσι καὶ παραγίνονται πρὸς τὰς ἰδίας οἰκήσεις ἀδιαπτώτως, διὰ τὸ καθόλου καὶ κατὰ μέρος γινώσκειν ποῦ τῆς πόλεώς ἐστιν αὐτοῖς ἡ κατάλυσις.
というのも、そこでは門から入ると直ちに各自が進んで、迷うことなく自分の家にたどり着くからである。 全体としても個別的にも、都市のどこに自分たちの宿舎があるのかを知っているからである。
§6.41.12τὸ δὲ παραπλήσιον τούτοις καὶ περὶ τὰς Ῥωμαϊκὰς συμβαίνει στρατοπεδείας.
これと酷似したことが、ローマの陣営設営においても起こるのである。