Humanitext Reader

波利比奥斯 · 历史 §6.41.1-6.41.12

先遣队对营地的测量与分区标识

第 518 段,共 1311 段 · 希腊语

内容简介

罗马军队的先遣队视察设营地,并以将军的帐篷为基准测量整个营地的布局、直线和街道,用旗帜和标枪进行标记,使进驻的士兵能像进入自己的城市般毫无差错地找到各自的位置。

§6.41.1ὅταν δὲ κατὰ τὰς πορείας ἐγγίζωσι στρατοπεδεύειν, προπορεύονται χιλίαρχος καὶ τῶν ταξιάρχων οἱ πρὸς τοῦτο τὸ μέρος ἀεὶ προχειρισθέντες,
在行军中,当他们接近营地设营处时,一名军事长官和经常被预先选派执行此任务的百人队长们会先行一步。
§6.41.2οἵτινες ἐπειδὰν συνθεάσωνται τὸν ὅλον τόπον, οὗ δεῖ στρατοπεδεύειν, ἐν αὐτῷ τούτῳ πρῶτον μὲν διέλαβον τὴν τοῦ στρατηγοῦ σκηνὴν οὗ δεήσει θεῖναι κατὰ τὸν ἄρτι λόγον, καὶ παρὰ ποίαν ἐπιφάνειαν καὶ πλευρὰν τῆς περὶ τὴν σκηνὴν περιστάσεως παρεμβαλεῖν τὰ στρατόπεδα·
当这些人视察了必须设营的整个地点后,就在该处,他们首先根据刚才的说明,确定将军帐篷应当放置的位置,并确定在将军帐篷周围区域的哪个朝向和哪一侧来部署各军团。
§6.41.3τούτων δὲ προκριθέντων διαμετροῦνται τὴν περίστασιν τῆς σκηνῆς, μετὰ δὲ ταῦτα τὴν εὐθεῖαν, ἐφʼ ἧς αἱ σκηναὶ τίθενται τῶν χιλιάρχων, ἑξῆς δὲ τὴν ταύτης παράλληλον, ἀφʼ ἧς ἄρχεται τὰ στρατόπεδα παρεμβάλλειν.
在这些事情决定好之后,他们测量将军帐篷的周围区域,随后测量放置军事长官们帐篷的直线,接着测量与之平行的、各军团开始部署的基准线。
§6.41.4ὁμοίως δὲ καὶ τὰ ἐπὶ θάτερα μέρη τῆς σκηνῆς κατεμετρήσαντο γραμμαῖς, περὶ ὧν ὑπεδείξαμεν ἄρτι διὰ πλειόνων κατὰ μέρος.
同样地,他们也用线测量了将军帐篷另一侧的区域,关于这些,我们刚才已详细地分部分进行过说明。
§6.41.5γενομένων δὲ τούτων ἐν βραχεῖ χρόνῳ διὰ τὸ ῥᾳδίαν εἶναι τὴν καταμέτρησιν, ὡς ἁπάντων ὡρισμένων καὶ συνήθων ὄντων διαστημάτων,
由于所有的间距都是固定且为人所熟知的,测量工作十分简便,因此这些事情在极短的时间内就能完成。
§6.41.6μετὰ δὲ ταῦτα σημαίαν ἔπηξαν μίαν μὲν καὶ πρώτην, ἐν ᾧ δεῖ τόπῳ τίθεσθαι τὴν τοῦ στρατηγοῦ σκηνήν, δευτέραν δὲ τὴν ἐπὶ τῆς προκριθείσης πλευρᾶς, τρίτην ἐπὶ μέσης τῆς γραμμῆς ἐφʼ ἧς οἱ χιλίαρχοι σκηνοῦσι, τετάρτην, παρʼ ἣν τίθενται τὰ στρατόπεδα.
在此之后,他们插上旗帜:第一面插在将军帐篷应当放置的地方;第二面插在选定的那一侧;第三面插在军事长官们露营的那条直线的中点上;第四面插在各军团部署的基准线旁。
καὶ ταύτας μὲν ποιοῦσι φοινικιᾶς, §6.41.7τὴν δὲ τοῦ στρατηγοῦ λευκήν.
他们将这些旗帜做成红色的,而将军的旗帜则是白色的。
τὰ δʼ ἐπὶ θάτερα ποτὲ μὲν ψιλὰ δόρατα πηγνύουσι, ποτὲ δὲ σημαίας ἐκ τῶν ἄλλων χρωμάτων.
在另一侧,他们有时插上普通的标枪,有时插上其他颜色的旗帜。
§6.41.8γενομένων δὲ τούτων ἑξῆς τὰς ῥύμας διεμέτρησαν καὶ δόρατα κατέπηξαν ἐφʼ ἑκάστης ῥύμης.
这些完成后,他们接着测量街道,并在每条街道的尽头插上标枪。
§6.41.9ἐξ ὧν εἰκότως, ὅταν ἐγγίσῃ τὰ στρατόπεδα κατὰ τὰς πορείας καὶ γένητʼ εὐσύνοπτος ὁ τόπος τῆς παρεμβολῆς, εὐθέως ἅπαντα γίνεται πᾶσι γνώριμα, τεκμαιρομένοις καὶ συλλογιζομένοις ἀπὸ τῆς τοῦ στρατηγοῦ σημαίας.
因此,很自然地,当行军中的军团接近并且营地的位置可以一览无遗时,所有人都能通过对照将军的旗帜进行推测和判断,立刻明白一切。
§6.41.10λοιπὸν ἑκάστου σαφῶς γινώσκοντος ἐν ποίᾳ ῥύμῃ καὶ ποίῳ τόπῳ τῆς ῥύμης σκηνοῖ διὰ τὸ πάντας ἀεὶ τὸν αὐτὸν ἐπέχειν τῆς στρατοπεδείας, γίνεταί τι παραπλήσιον, οἷον ὅταν εἰς πόλιν εἰσίῃ στρατόπεδον ἐγχώριον.
结果,每个人都清楚地知道自己在哪条街道以及该街道的哪个位置扎营,因为所有人在营地中总是占据相同的位置,这与本国军队进入自己的城市时所发生的情况非常相似。
§6.41.11καὶ γὰρ ἐκεῖ διακλίναντες ἀπὸ τῶν πυλῶν εὐθέως ἕκαστοι προάγουσι καὶ παραγίνονται πρὸς τὰς ἰδίας οἰκήσεις ἀδιαπτώτως, διὰ τὸ καθόλου καὶ κατὰ μέρος γινώσκειν ποῦ τῆς πόλεώς ἐστιν αὐτοῖς ἡ κατάλυσις.
因为在那里,他们从城门转弯后,每个人都会立刻前行,毫无差错地到达自己的住所,因为他们从整体和局部上都知道自己在城市的什么地方落脚。
§6.41.12τὸ δὲ παραπλήσιον τούτοις καὶ περὶ τὰς Ῥωμαϊκὰς συμβαίνει στρατοπεδείας.
与此极其相似的情况,也发生在罗马人的设营中。

词汇与语法注释

  1. 6.41.2διέλαβον — 虽然是不定过去时形式,但在描述恒久且习惯性的军事程序语境中,它作为习惯性不定过去时(gnomic aorist)发挥作用。
  2. 6.41.5ὡς ἁπάντων ὡρισμένων καὶ συνήθων ὄντων διαστημάτων — 带有连接词 ὡς 的属格绝对结构。ὡς 表示逻辑上的原因(“因为……”),名词短语 ἁπάντων διαστημάτων(所有间距)由完成时被动分词 ὡρισμένων(被确定)和现在分词 ὄντων(是)并列修饰。
  3. 6.41.10διὰ τὸ πάντας ἀεὶ τὸν αὐτὸν ἐπέχειν τῆς στρατοπεδείας — 由介词 διὰ 引导的带冠词不定式(τὸ ... ἐπέχειν)结构,表示原因。不定式的逻辑主语是宾格的 πάντας(所有人),在及物动词 ἐπέχειν(占据)的直接宾语 τὸν αὐτὸν(相同)后面省略了表示“地方”的名词 τόπον。τῆς στρατοπεδείας 是属格,表示“在营地中”的范围或关系。

引用这一段

波利比奥斯, 历史 §6.41.1-6.41.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.41.1-6.41.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。