§6.39.1καλῶς δὲ καὶ τοὺς νέους ἐκκαλοῦνται πρὸς τὸ κινδυνεύειν.
彼らは若者たちを危険に挑むように駆り立てる方法も見事である。
§6.39.2ἐπειδὰν γὰρ γένηταί τις χρεία καί τινες αὐτῶν ἀνδραγαθήσωσι, συναγαγὼν ὁ στρατηγὸς ἐκκλησίαν τοῦ στρατοπέδου, καὶ παραστησάμενος τοὺς δόξαντάς τι πεπραχέναι διαφέρον, πρῶτον μὲν ἐγκώμιον ὑπὲρ ἑκάστου λέγει περί τε τῆς ἀνδραγαθίας, κἄν τι κατὰ τὸν βίον αὐτοῖς ἄλλο συνυπάρχῃ τῆς ἐπʼ ἀγαθῷ μνήμης ἄξιον,
すなわち、何か必要が生じて彼らのうちの何人かが目覚ましい働きをしたとき、将軍は軍隊の集会を招集し、格別に優れた働きをしたと認められる者たちを傍らに立たせ、まず一人一人に対してその勇敢な働きについて賛辞を述べ、さらに彼らの人生において他に良い思い出として記憶に値することがあればそれについても述べる。
§6.39.3μετὰ δὲ ταῦτα τῷ μὲν τρώσαντι πολέμιον γαῖσον δωρεῖται, τῷ δὲ καταβαλόντι καὶ σκυλεύσαντι, τῷ μὲν πεζῷ φιάλην, τῷ δʼ ἱππεῖ φάλαρʼ, ἐξ ἀρχῆς δὲ γαῖσον μόνον.
その後に、敵を負傷させた者には槍を贈り、敵を打ち倒して武具を剥ぎ取った者には、歩兵であれば杯を、騎兵であれば馬具の飾りを贈る。 ただし昔は槍だけが贈られていた。
§6.39.4τυγχάνει δὲ τούτων οὐκ ἐὰν ἐν παρατάξει τις ἢ πόλεως καταλήψει τρώσῃ τινὰς ἢ σκυλεύσῃ τῶν πολεμίων, ἀλλʼ ἐὰν ἐν ἀκροβολισμοῖς ἤ τισιν ἄλλοις τοιούτοις καιροῖς, ἐν οἷς μηδεμιᾶς ἀνάγκης οὔσης κατʼ ἄνδρα κινδυνεύειν αὐτοί τινες ἑκουσίως καὶ κατὰ προαίρεσιν αὑτοὺς εἰς τοῦτο διδόασι.
そして、これらの賞を得られるのは、会戦において、あるいは都市の攻略において、誰かが敵を傷つけたり武具を剥ぎ取ったりした場合ではなく、前哨戦やその他これに類する機会において、個々に危険を冒す必要が全くないにもかかわらず、自ら進んで自由な意思でそのような危険に身を投じた場合に限られる。
§6.39.5τοῖς δὲ πόλεως καταλαμβανομένης πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβᾶσι χρυσοῦν δίδωσι στέφανον.
また、都市が攻略される際に、最初に城壁に登った者たちには、金の冠を贈る。
§6.39.6ὁμοίως δὲ καὶ τοὺς ὑπερασπίσαντας καὶ σώσαντάς τινας τῶν πολιτῶν ἢ συμμάχων ὅ τε στρατηγὸς ἐπισημαίνεται δώροις, οἵ τε χιλίαρχοι τοὺς σωθέντας, ἐὰν μὲν ἑκόντες ποιήσωσιν, εἰ δὲ μή, κρίναντες συναναγκάζουσι τὸν σώσαντα στεφανοῦν.
同様に、市民や同盟者の誰かを盾でかばって救った者たちをも、将軍は褒賞をもって表彰し、千人隊長たちは、救われた者たちが自発的にそうするのでなければ、審理のうえで、救ってくれた者に冠を授けるよう強制する。
§6.39.7σέβεται δὲ τοῦτον καὶ παρʼ ὅλον τὸν βίον ὁ σωθεὶς ὡς πατέρα, καὶ πάντα δεῖ τούτῳ ποιεῖν αὐτὸν ὡς τῷ γονεῖ.
そして救われた者は、この者を生涯にわたって父親のように敬わねばならず、実の親に対するのと同様に、すべてのことを彼のために行わねばならない。
§6.39.8ἐκ δὲ τῆς τοιαύτης παρορμήσεως οὐ μόνον τοὺς ἀκούοντας καὶ παρόντας ἐκκαλοῦνται πρὸς τὴν ἐν τοῖς κινδύνοις ἅμιλλαν καὶ ζῆλον, ἀλλὰ καὶ τοὺς ἐν οἴκῳ μένοντας·
このような刺激によって、彼らはその場にいて話を聞いている者たちだけでなく、故郷に留まっている者たちをも、危険における競争と熱意へと駆り立てるのである。
§6.39.9οἱ γὰρ τυχόντες τῶν τοιούτων δωρεῶν χωρὶς τῆς ἐν τοῖς στρατοπέδοις εὐκλείας καὶ τῆς ἐν οἴκῳ παραχρῆμα φήμης καὶ μετὰ τὴν ἐπάνοδον τὴν εἰς τὴν πατρίδα τάς τε πομπὰς ἐπισήμως πομπεύουσι διὰ τὸ μόνοις ἐξεῖναι περιτίθεσθαι κόσμον τοῖς ὑπὸ τῶν στρατηγῶν ἐπʼ ἀνδραγαθίᾳ τετιμημένοις,
なぜなら、このような褒賞を得た者たちは、軍陣における名声や、故郷における当面の評判は言うに及ばず、祖国への帰還後には、祝祭の行列において一際目立つ形で歩むからである。 というのも、将軍たちから勇敢さゆえに表彰された者たちだけが、装飾を身に付けることを許されているからである。
§6.39.10ἔν τε ταῖς οἰκίαις κατὰ τοὺς ἐπιφανεστάτους τόπους τιθέασι τὰ σκῦλα, σημεῖα ποιούμενοι καὶ μαρτύρια τῆς ἑαυτῶν ἀρετῆς.
また、家の中では最も目立つ場所に戦利品を置き、それらを自らの勇気の証しとし証拠とするのである。
§6.39.11τοιαύτης δʼ ἐπιμελείας οὔσης καὶ σπουδῆς περί τε τὰς τιμὰς καὶ τιμωρίας τὰς ἐν τοῖς στρατοπέδοις, εἰκότως καὶ τὰ τέλη τῶν πολεμικῶν πράξεων ἐπιτυχῆ καὶ λαμπρὰ γίνεται διʼ αὐτῶν.
このように軍陣における賞と罰に対して細心の注意と熱意が注がれているため、当然ながら、戦争という営みの結末も、彼らによって成功に満ちた輝かしいものとなるのである。
§6.39.12ὀψώνιον δʼ οἱ μὲν πεζοὶ λαμβάνουσι τῆς ἡμέρας δύʼ ὀβολούς, οἱ δὲ ταξίαρχοι διπλοῦν, οἱ δʼ ἱππεῖς δραχμήν.
手当として、歩兵は1日に2オボロスを受け取り、百人隊長はその2倍、騎兵は1ドラクマを受け取る。
§6.39.13σιτομετροῦνται δʼ οἱ μὲν πεζοὶ πυρῶν Ἀττικοῦ μεδίμνου δύο μέρη μάλιστά πως, οἱ δʼ ἱππεῖς κριθῶν μὲν ἑπτὰ μεδίμνους εἰς τὸν μῆνα, πυρῶν δὲ δύο,
食糧の配給については、歩兵は小麦をアッティカ・メディムノスのほぼ3分の2受け取り、騎兵は1か月につき大麦を7メディムノス、小麦を2メディムノス受け取る。
§6.39.14τῶν δὲ συμμάχων οἱ μὲν πεζοὶ τὸ ἴσον, οἱ δʼ ἱππεῖς πυρῶν μὲν μέδιμνον ἕνα καὶ τρίτον μέρος, κριθῶν δὲ πέντε.
同盟軍のうち、歩兵は同じ量の小麦を受け取り、騎兵は小麦を1と3分の1メディムノス、大麦を5メディムノス受け取る。
§6.39.15δίδοται δὲ τοῖς μὲν συμμάχοις τοῦτʼ ἐν δωρεᾷ· τοῖς δὲ Ῥωμαίοις τοῦ τε σίτου καὶ τῆς ἐσθῆτος, κἄν τινος ὅπλου προσδεηθῶσι, πάντων τούτων ὁ ταμίας τὴν τεταγμένην τιμὴν ἐκ τῶν ὀψωνίων ὑπολογίζεται.
この配給は同盟軍には無償で与えられるが、ローマ人に対しては、財務官が、食糧や衣服、また必要となった武器の代金を、すべて定められた価格で彼らの手当から差し引くのである。