Humanitext Reader

ポリュビオス · 歴史 §6.33.1-6.33.12

盗難防止の誓いと歩兵中隊による日常の奉仕任務

510 / 1311 箇所 · ギリシア語

要旨

ローマ軍営における盗難防止の誓誓制度と、ハスタティ、プリンキペス、トリアリイなど各歩兵中隊に割り当てられる千人隊長・騎兵・将軍への日常的な奉仕と警備・管理任務を説明する。

§6.33.1μετὰ δὲ τὴν στρατοπεδείαν συναθροισθέντες οἱ χιλίαρχοι τοὺς ἐκ τοῦ στρατοπέδου πάντας ἐλευθέρους ὁμοῦ καὶ δούλους ὁρκίζουσι, καθʼ ἕνα ποιούμενοι τὸν ὁρκισμόν.
設営が完了すると、千人隊長たちは集まって、軍営内のすべての人々、自由人も奴隷も同様に、一人一人に誓いを立てさせる。
§6.33.2ὁ δʼ ὅρκος ἐστὶ μηδὲν ἐκ τῆς παρεμβολῆς κλέψειν, ἀλλὰ κἂν εὕρῃ τι, τοῦτʼ ἀνοίσειν ἐπὶ τοὺς χιλιάρχους.
その誓いは、軍営から何も盗まないこと、また、もし何かを見つけたならば、それを千人隊長たちのもとに持っていくことである。
§6.33.3ἑξῆς δὲ τούτοις διέταξαν τὰς σημαίας ἐξ ἑκάστου στρατοπέδου τῶν πριγκίπων καὶ τῶν ἁστάτων, δύο μὲν εἰς τὴν ἐπιμέλειαν τοῦ τόπου τοῦ πρὸ τῶν χιλιάρχων·
これに続いて、彼らは各軍団のプリンキペスとハスタティの中隊を配置するが、まずそのうちの二つを、千人隊長たちの宿舎の前の場所を管理するために割り当てる。
§6.33.4τὴν γὰρ διατριβὴν ἐν ταῖς καθημερείαις οἱ πλεῖστοι τῶν Ῥωμαίων ἐν ταύτῃ ποιοῦνται τῇ πλατείᾳ· διόπερ ἀεὶ σπουδάζουσι περὶ ταύτης, ὡς ῥαίνηται καὶ καλλύνηται σφίσιν ἐπιμελῶς.
というのも、ローマ人の大部分は日中、この大通りで過ごすからであり、それゆえ彼らは、ここが常に自分たちのために念入りに水を撒かれ、掃き清められるよう、常に心を配っているのである。
§6.33.5τῶν δὲ λοιπῶν ὀκτωκαίδεκα τρεῖς ἕκαστος τῶν χιλιάρχων διαλαγχάνει·
残りの十八個の中隊については、千人隊長がそれぞれ三つずつをくじで割り当てられる。
τοσαῦται γάρ εἰσι τῶν ἁστάτων καὶ πριγκίπων ἐν ἑκάστῳ στρατοπέδῳ σημαῖαι κατὰ τὴν ἄρτι ῥηθεῖσαν διαίρεσιν, χιλίαρχοι δʼ ἕξ.
というのも、先ほど述べた区分に従えば、各軍団にはハスタティとプリンキペスの中隊がそれだけ存在し、千人隊長は六人だからである。
§6.33.6τῶν δὲ τριῶν σημαιῶν ἀνὰ μέρος ἑκάστη τῷ χιλιάρχῳ λειτουργεῖ λειτουργίαν τοιαύτην.
これら三つの中隊は、交代で、それぞれの千人隊長に対して次のような奉仕を行う。
ἐπειδὰν καταστρατοπεδεύσωσι, τὴν σκηνὴν ἱστᾶσιν οὗτοι καὶ τὸν περὶ τὴν σκηνὴν τόπον ἠδάφισαν.
彼らが宿営すると、これらの中隊が天幕を設営し、その周囲の地面を平らにする。
κἄν τι περιφράξαι δέῃ τῶν σκευῶν ἀσφαλείας χάριν, οὗτοι φροντίζουσι.
また、安全のために荷物の一部を囲い込む必要がある場合、彼らがその役目を引き受ける。
§6.33.7διδόασι δὲ καὶ φυλακεῖα δύο — τὸ δὲ φυλακεῖόν ἐστιν ἐκ τεττάρων ἀνδρῶν — ὧν οἱ μὲν πρὸ τῆς σκηνῆς, οἱ δὲ κατόπιν παρὰ τοὺς ἵππους ποιοῦνται τὴν φυλακήν.
また、彼らは二つの衛兵所(一衛兵所は四人の兵士からなる)をも提供するが、そのうちの一方は天幕の前で、他方は天幕の後ろの馬のそばで警備を行う。
§6.33.8οὐσῶν δὲ σημαιῶν ἑκάστῳ χιλιάρχῳ τριῶν, ἐν ἑκάστῃ δὲ τούτων ἀνδρῶν ὑπαρχόντων ὑπὲρ τοὺς ἑκατὸν χωρὶς τῶν τριαρίων καὶ γροσφομάχων — οὗτοι γὰρ οὐ λειτουργοῦσι — §6.33.9τὸ μὲν ἔργον γίνεται κοῦφον διὰ τὸ παρὰ τετάρτην ἡμέραν ἑκάστῃ σημαίᾳ καθήκειν τὴν λειτουργίαν, τοῖς δὲ χιλιάρχοις ἅμα μὲν τὸ τῆς εὐχρηστίας ἀναγκαῖον, ἅμα δὲ τὸ τῆς τιμῆς διὰ τῶν προειρημένων ἀποτελεῖται σεμνὸν καὶ προστατικόν.
各千人隊長に三つの中隊があり、その各中隊にはトリアリイと軽装歩兵(彼らはこの奉仕を行わない)を除いて百人以上の兵士がいるため、四日ごとに各中隊に奉仕の番が回ってくるためにこの任務は軽くなり、他方、千人隊長たちにとっては、実用上の必要性が満たされると同時に、前述の事柄を通じて、彼らの権威にふさわしい荘厳さと指導者としての威厳がもたらされる。
§6.33.10αἱ δὲ τῶν τριαρίων σημαῖαι τῆς μὲν τῶν χιλιάρχων παραλύονται λειτουργίας, εἰς δὲ τοὺς τῶν ἱππέων οὐλαμοὺς ἑκάστη σημαία καθʼ ἡμέραν δίδωσι φυλακεῖον ἀεὶ τῷ γειτνιῶντι κατόπιν τῶν οὐλαμῶν·
トリアリイの中隊は、千人隊長への奉仕を免除されているが、毎日、各中隊が、騎兵隊のうち自隊の背後に隣接している部隊に常に歩哨を提供する。
§6.33.11οἵτινες τηροῦσι μὲν καὶ τἄλλα, μάλιστα δὲ τοὺς ἵππους, ἵνα μήτʼ ἐμπλεκόμενοι τοῖς δέμασι βλάπτωνται πρὸς χρείαν μήτε λυόμενοι καὶ προσπίπτοντες ἄλλοις ἵπποις ταραχὰς καὶ θορύβους ἐμποιῶσι τῷ στρατοπέδῳ.
彼らは他のものも監視するが、特に馬たちを監視する。 これは、馬たちが繋ぎ紐に絡まって怪我をし実用に支障をきたすことのないように、また、逃げ出して他の馬たちに襲いかかり、軍営に混乱と騒動を引き起こすことのないようにするためである。
§6.33.12μία δʼ ἐξ ἁπασῶν καθʼ ἡμέραν σημαία ἀνὰ μέρος τῷ στρατηγῷ παρακοιτεῖ·
さらに、全中隊の中から毎日、交代で一個中隊が将軍の天幕の傍らで夜営する。
ἥτις ἅμα μὲν ἀσφάλειαν παρασκευάζει τῷ στρατηγῷ πρὸς τὰς ἐπιβουλάς, ἅμα δὲ κοσμεῖ τὸ πρόσχημα τῆς ἀρχῆς.
これは、陰謀に対して将軍に安全を確保すると同時に、その職権の威光を引き立てるのである。

語釈・文法注

  1. §6.33.3διέταξαν — このアオリストは過去の一時的出来事ではなく、現在まで続く規則的な慣習を表現する「慣習的アオリスト(gnomic aorist)」として用いられている。そのため、各言語の訳文では現在形(普遍的事実)として解釈される。
  2. §6.33.6ἠδάφισαν — 直前の現在形 `ἱστᾶσιν` と結ばれているが、これも過去形ではなく、慣習的アオリスト(gnomic aorist)である。宿営に際して「天幕を張り、周囲の地面を平らにする」という一連の恒常的な動作を等価に並べている。
  3. §6.33.9παρὰ τετάρτην ἡμέραν — 前置詞 `παρά` と対格の組み合わせで時間の間隔(周期)を表し、「4日ごとに」という意味になる。古代の包括的計算法(当日を含めて数える)に基づき、各千人隊長に割り当てられた3個の中隊が3日おきに交代で任務に就く制度を指す。

この箇所を引用する

ポリュビオス, 歴史 §6.33.1-6.33.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.33.1-6.33.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。