Humanitext Reader

波利比奥斯 · 历史 §6.33.1-6.33.12

防盗誓言与各步兵中队的营内勤务分配

第 510 段,共 1311 段 · 希腊语

内容简介

记述了罗马军营中所有人须宣誓的防盗制度,并详细说明了哈斯塔提、普林西佩斯和老兵中队轮流为军事长官、骑兵及执政官提供日常勤务与哨卫任务的分配方式。

§6.33.1μετὰ δὲ τὴν στρατοπεδείαν συναθροισθέντες οἱ χιλίαρχοι τοὺς ἐκ τοῦ στρατοπέδου πάντας ἐλευθέρους ὁμοῦ καὶ δούλους ὁρκίζουσι, καθʼ ἕνα ποιούμενοι τὸν ὁρκισμόν.
在营地设营完毕后,军事长官们聚集在一起,对军营内的所有人,包括自由人和奴隶,逐一进行宣誓。
§6.33.2ὁ δʼ ὅρκος ἐστὶ μηδὲν ἐκ τῆς παρεμβολῆς κλέψειν, ἀλλὰ κἂν εὕρῃ τι, τοῦτʼ ἀνοίσειν ἐπὶ τοὺς χιλιάρχους.
誓言的内容是:绝不从军营中偷窃任何东西,而且如果发现了任何财物,都要将其上交给军事长官。
§6.33.3ἑξῆς δὲ τούτοις διέταξαν τὰς σημαίας ἐξ ἑκάστου στρατοπέδου τῶν πριγκίπων καὶ τῶν ἁστάτων, δύο μὲν εἰς τὴν ἐπιμέλειαν τοῦ τόπου τοῦ πρὸ τῶν χιλιάρχων· §6.33.4τὴν γὰρ διατριβὴν ἐν ταῖς καθημερείαις οἱ πλεῖστοι τῶν Ῥωμαίων ἐν ταύτῃ ποιοῦνται τῇ πλατείᾳ· διόπερ ἀεὶ σπουδάζουσι περὶ ταύτης, ὡς ῥαίνηται καὶ καλλύνηται σφίσιν ἐπιμελῶς.
紧接着,他们配置每个军团中普林西佩斯和哈斯塔提的中队,其中两个中队被分配去负责维护军事长官帐篷前方的区域;因为大多数罗马人白天都在这条大街上消磨时间;因此他们总是特别留心,使这条街为他们精心洒水并打扫干净。
§6.33.5τῶν δὲ λοιπῶν ὀκτωκαίδεκα τρεῖς ἕκαστος τῶν χιλιάρχων διαλαγχάνει· τοσαῦται γάρ εἰσι τῶν ἁστάτων καὶ πριγκίπων ἐν ἑκάστῳ στρατοπέδῳ σημαῖαι κατὰ τὴν ἄρτι ῥηθεῖσαν διαίρεσιν, χιλίαρχοι δʼ ἕξ.
至于剩下的十八个中队,每个军事长官通过抽签分得三个;因为根据刚才提到的划分,每个军团中哈斯塔提和普林西佩斯的中队数量正是这么多,而军事长官共有六人。
§6.33.6τῶν δὲ τριῶν σημαιῶν ἀνὰ μέρος ἑκάστη τῷ χιλιάρχῳ λειτουργεῖ λειτουργίαν τοιαύτην. ἐπειδὰν καταστρατοπεδεύσωσι, τὴν σκηνὴν ἱστᾶσιν οὗτοι καὶ τὸν περὶ τὴν σκηνὴν τόπον ἠδάφισαν. κἄν τι περιφράξαι δέῃ τῶν σκευῶν ἀσφαλείας χάριν, οὗτοι φροντίζουσι.
这三个中队轮流为各自的军事长官提供如下勤务:每当他们宿营时,这些士兵就为他搭起营帐,并将营帐周围的地面平整好;如果出于安全考虑需要将某些装备围起来,也由他们负责照管。
§6.33.7διδόασι δὲ καὶ φυλακεῖα δύο — τὸ δὲ φυλακεῖόν ἐστιν ἐκ τεττάρων ἀνδρῶν — ὧν οἱ μὲν πρὸ τῆς σκηνῆς, οἱ δὲ κατόπιν παρὰ τοὺς ἵππους ποιοῦνται τὴν φυλακήν.
他们还提供哨所哨兵两个(每个哨所由四人组成),其中一部分人在营帐前守卫,另一部分人在营帐后方的马匹旁守卫。
§6.33.8οὐσῶν δὲ σημαιῶν ἑκάστῳ χιλιάρχῳ τριῶν, ἐν ἑκάστῃ δὲ τούτων ἀνδρῶν ὑπαρχόντων ὑπὲρ τοὺς ἑκατὸν χωρὶς τῶν τριαρίων καὶ γροσφομάχων — οὗτοι γὰρ οὐ λειτουργοῦσι — §6.33.9τὸ μὲν ἔργον γίνεται κοῦφον διὰ τὸ παρὰ τετάρτην ἡμέραν ἑκάστῃ σημαίᾳ καθήκειν τὴν λειτουργίαν, τοῖς δὲ χιλιάρχοις ἅμα μὲν τὸ τῆς εὐχρηστίας ἀναγκαῖον, ἅμα δὲ τὸ τῆς τιμῆς διὰ τῶν προειρημένων ἀποτελεῖται σεμνὸν καὶ προστατικόν.
由于每个军事长官有三个中队,而每个中队中都有百人以上(除外老兵和轻装步兵,因为后者不承担此项勤务),这项工作就变得轻松了,因为每过四天每个中队才轮到一次勤务;而对于军事长官来说,这既满足了实用的必要需求,同时通过上述荣誉也确立了尊严与威仪。
§6.33.10αἱ δὲ τῶν τριαρίων σημαῖαι τῆς μὲν τῶν χιλιάρχων παραλύονται λειτουργίας, εἰς δὲ τοὺς τῶν ἱππέων οὐλαμοὺς ἑκάστη σημαία καθʼ ἡμέραν δίδωσι φυλακεῖον ἀεὶ τῷ γειτνιῶντι κατόπιν τῶν οὐλαμῶν· §6.33.11οἵτινες τηροῦσι μὲν καὶ τἄλλα, μάλιστα δὲ τοὺς ἵππους, ἵνα μήτʼ ἐμπλεκόμενοι τοῖς δέμασι βλάπτωνται πρὸς χρείαν μήτε λυόμενοι καὶ προσπίπτοντες ἄλλοις ἵπποις ταραχὰς καὶ θορύβους ἐμποιῶσι τῷ στρατοπέδῳ.
老兵的中队免除了针对军事长官的勤务,但每个中队每天向骑兵队提供哨兵,且总是提供给紧邻在他们后方的那个骑兵队;这些哨兵也照看其他事物,但特别是看管马匹,以免它们被缰绳缠住而受伤致残,或者挣脱缰绳冲撞其他马匹,从而在营地中引起混乱和喧哗。
§6.33.12μία δʼ ἐξ ἁπασῶν καθʼ ἡμέραν σημαία ἀνὰ μέρος τῷ στρατηγῷ παρακοιτεῖ· ἥτις ἅμα μὲν ἀσφάλειαν παρασκευάζει τῷ στρατηγῷ πρὸς τὰς ἐπιβουλάς, ἅμα δὲ κοσμεῖ τὸ πρόσχημα τῆς ἀρχῆς.
此外,每天全体中队中会轮流派出一个中队,在执政官帐篷旁露宿;这既为执政官防范阴谋提供了安全保障,同时也彰显了其官职的尊崇地位。

词汇与语法注释

  1. §6.33.3διέταξαν — 此处用作“箴言不定过去时”(gnomic aorist),表示常规的习惯或普遍规则,而非过去发生的单一事件。因此在翻译时译为现在时。
  2. §6.33.6ἠδάφισαν — 与前方的现在时动词 `ἱστᾶσιν` 并列,这也是一个箴言不定过去时(gnomic aorist),用以描述宿营时的一连串常规动作(搭起营帐并平整地面)。
  3. §6.33.9παρὰ τετάρτην ἡμέραν — 介词 `παρά` 与宾格连用表示周期,意为“每四天”(即间隔三天)。这基于古代包含性计数法(计算时包含当天在内),指分配给每个军事长官的三个中队轮流值班的制度。

引用这一段

波利比奥斯, 历史 §6.33.1-6.33.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.33.1-6.33.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。