Humanitext Reader

ポリュビオス · 歴史 §6.34.1-6.34.12

軍営の防壁構築と木札による合言葉の伝達手順

511 / 1311 箇所 · ギリシア語

要旨

ローマ軍営における防壁構築の分担、千人隊長の職務分担、および木札を用いた夜間の合言葉(パスワード)の確実な伝達と回収の仕組みを記述する。

§6.34.1τῆς δὲ ταφρείας καὶ χαρακοποιίας δύο μὲν ἐπιβάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρʼ ἃς καὶ στρατοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία.
堀壕と柵の構築については、二つの側面が同盟軍に割り当てられ、それらの側面に沿って彼らのそれぞれの翼が陣を敷くが、他の二つの側面はローマ人に割り当てられ、各々の軍団に一つずつが与えられる。
§6.34.2διαιρεθείσης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρεστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς δύο τῶν χιλιάρχων.
各々の側面が中隊ごとに分割されると、個々の部分の管理は百人隊長たちが立ち会ってこれを行い、側面全体の最終検査は千人隊長のうちの二人がこれを行う。
§6.34.3ὁμοίως δὲ καὶ τὴν λοιπὴν τὴν κατὰ τὸ στρατόπεδον ἐπιμέλειαν οὗτοι ποιοῦνται·
同様に、軍営内のその他の管理も彼らが行う。
κατὰ δύο γὰρ σφᾶς αὐτοὺς διελόντες ἀνὰ μέρος τῆς ἑκμήνου τὴν δίμηνον ἄρχουσι, καὶ πάσης οἱ λαχόντες τῆς ἐν τοῖς ὑπαίθροις προΐστανται χρείας.
なぜなら彼らは自分たちを二人ずつに分け、交代で六ヶ月のうちの二ヶ月間任務に就き、くじで当たった者たちが、野外でのあらゆる必要事項を統括するからである。
§6.34.4ὁ δʼ αὐτὸς τρόπος τῆς ἀρχῆς ἐστι καὶ τῶν πραιφέκτων περὶ τοὺς συμμάχους.
同様の指揮の仕方は、同盟軍に関する長官たちについても存在する。
§6.34.5οἱ δʼ ἱππεῖς καὶ ταξίαρχοι πάντες ἅμα τῷ φωτὶ παραγίνονται πρὸς τὰς τῶν χιλιάρχων σκηνάς, οἱ δὲ χιλίαρχοι πρὸς τὸν ὕπατον.
騎兵たちと百人隊長たちは全員、夜明けとともに千人隊長たちの天幕に赴き、千人隊長たちは執政官のもとへ赴く。
§6.34.6κἀκεῖνος μὲν τὸ κατεπεῖγον ἀεὶ παραγγέλλει τοῖς χιλιάρχοις, οἱ δὲ χιλίαρχοι τοῖς ἱππεῦσι καὶ ταξιάρχοις, οὗτοι δὲ τοῖς πολλοῖς, ὅταν ἑκάστων ὁ καιρὸς ᾖ.
そして彼は常にその日の緊急事項を千人隊長たちに命令し、千人隊長たちは騎兵たちと百人隊長たちに、そしてこれらは一般兵士たちに、それぞれの好機が来たときに伝える。
§6.34.7τὴν δὲ τοῦ νυκτερινοῦ συνθήματος παράδοσιν ἀσφαλίζονται τὸν τρόπον τοῦτον.
夜間の合言葉の伝達は、彼らは次のような方法で確実にする。
§6.34.8καθʼ ἕκαστον γένος καὶ τῶν ἱππέων καὶ τῶν πεζῶν ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης κατὰ τὰς ῥύμας, ἐκ τούτων εἷς ἑκάστης ἀνὴρ λαμβάνεται κατʼ ἐκλογήν, ὃς τῶν μὲν κατὰ τὰς φυλακὰς λειτουργιῶν ἀπολύεται, παραγίνεται δὲ καθʼ ἡμέραν δύνοντος ἡλίου πρὸς τὴν τοῦ χιλιάρχου σκηνήν, καὶ λαβὼν τὸ σύνθημα — τοῦτο δʼ ἐστὶ πλατεῖον ἐπιγεγραμμένον — §6.34.9ἀπαλλάττεται πάλιν.
騎兵および歩兵の各兵科において、通り沿いに陣を張る最後尾の第十中隊から、各中隊から一人ずつ選ばれた男が指名され、彼は警備の奉仕活動から免除され、毎日日没に千人隊長の天幕に赴き、合言葉、すなわち文字が書き込まれた平らな小板を受け取ると、その後戻る。
ἀναχωρήσας δʼ ἐπὶ τὴν αὑτοῦ σημαίαν τό τε ξυλήφιον παρέδωκε καὶ τὸ σύνθημα μετὰ μαρτύρων τῷ τῆς ἐχομένης σημαίας ἡγεμόνι, παραπλησίως δὲ πάλιν οὗτος τῷ τῆς ἐχομένης.
自分の部隊に戻ると、彼は証人たちの立ち会いのもとで、その木札と合言葉を隣の中隊の隊長に手渡し、同様に、この隊長もまたその隣の隊長に渡す。
§6.34.10τὸ δʼ ὅμοιον ἑξῆς ποιοῦσι πάντες, ἕως ἂν ἐπὶ τὰς πρώτας καὶ σύνεγγυς τοῖς χιλιάρχοις στρατοπεδευούσας σημαίας ἐξικνῆται.
他の者たちも同様に次々とこれを行い、千人隊長たちの近くに陣を張る第一中隊にまで行き着く。
τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν πρὸς τοὺς χιλιάρχους.
そして第一中隊の者たちは、まだ明るいうちにその平らな小板を千人隊長たちのもとへ持ち帰らなければならない。
§6.34.11κἂν μὲν ἀνενεχθῇ πάντα τὰ δοθέντα, γινώσκει διότι δέδοται τὸ σύνθημα πᾶσι καὶ διὰ πάντων εἰς αὐτὸν ἥκει·
もし渡されたすべての札が持ち帰られたなら、彼は合言葉が全員に与えられ、全員の手を経て自分のところに戻ってきたことを知る。
§6.34.12ἐὰν δʼ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον.
もし一つでも欠けていれば、彼は即座に何が起きたかを調べ、札の文字からどこの部分から平らな小板が届いていないかを知る。
οὗ δʼ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας.
そして遅滞の原因が発見された者は、しかるべき罰を受ける。

語釈・文法注

  1. §6.34.1τῆς δὲ ταφρείας καὶ χαρακοποιίας — 文頭の属格名詞句。これは動詞 `ἐπιβάλλουσι`(割り当てられる、課される)に係り、文全体の話題を規定する「〜に関して」という基準を表す属格、あるいは任務の対象を示す部分属格として解釈される。
  2. §6.34.8ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης — 現在分詞 `στρατοπεδευούσης` が `σημαίας` を修飾する。「通りに沿って陣を張っている、最後尾の第十中隊から」という限定的な意味を表し、兵科(`καθʼ ἕκαστον γένος`)における合言葉伝達の始点を規定している。
  3. §6.34.10τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν — 非人称動詞 `δεῖ` に導かれる対格不定詞構文。対格の主語 `τούτους` は、直前の節にある `τὰς πρώτας... σημαίας`(第一中隊)に属する兵士たちを指しており、彼らがまだ明るいうちに木札を持ち帰る義務を負うことを示している。

この箇所を引用する

ポリュビオス, 歴史 §6.34.1-6.34.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.34.1-6.34.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。