Humanitext Reader

ポリュビオス · 歴史 §6.29.1-6.29.9

トリアリイなど歩兵各部隊の天幕配置と道路の形成

506 / 1311 箇所 · ギリシア語

要旨

騎兵の配置に続き、トリアリイ、プリンキペス、ハスタティの各歩兵部隊が、背中合わせや向かい合わせで平行に配置され、規則的な道路が形成される様子を説明する。

§6.29.1γενομένης δὲ τῆς τῶν ἱππέων παρεμβολῆς κατὰ μέσας τὰς τῶν χιλιάρχων σκηνὰς οἷον εἰ ῥύμης τινὸς ἐπικαρσίου πρὸς τὴν ἄρτι ῥηθεῖσαν εὐθεῖαν καὶ τὸν πρὸ τῶν χιλιάρχων τόπον — §6.29.2τῷ γὰρ ὄντι ῥύμαις παραπλήσιον ἀποτελεῖται τὸ τῶν διόδων σχῆμα πασῶν, ὡς ἂν ἐξ ἑκατέρου τοῦ μέρους αἷς μὲν ταγμάτων, αἷς δʼ οὐλαμῶν ἐπὶ τὸ μῆκος παρεμβεβληκότων — §6.29.3πλὴν τοῖς προειρημένοις ἱππεῦσι κατόπιν τοὺς ἐξ ἀμφοτέρων τῶν στρατοπέδων τριαρίους, κατʼ οὐλαμὸν ἑκάστην σημαίαν, ἐν ὁμοίῳ σχήματι τιθέασι, συμψαυόντων μὲν τῶν σχημάτων ἀλλήλοις, βλεπόντων δʼ ἔμπαλιν πρὸς τὰς ἐναντίας τοῖς ἱππεῦσιν ἐπιφανείας,
騎兵の配置が、千人隊長たちの天幕の真ん中に向かって、先ほど言及された直線および千人隊長たちの前方の空間に対して、いわば一本の直交する道路をなすようにして行われると、 ――実際、すべての通路の形状は、本物の通りのように形成される。 なぜなら、その両側において、ある通路には歩兵中隊が、別の通路には騎兵隊が、その長さに沿って配置されているからである―― ただし、前述の騎兵たちのすぐ後ろに、両方の軍団のトリアリイを、各中隊を各騎兵隊に対応させて、同様の形状で彼らは配置する。 それらの形状は互いに接し、騎兵たちとは反対の方向を向いている。
§6.29.4ἥμισυ ποιοῦντες τὸ βάθος τοῦ μήκους ἑκάστης σημαίας τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν.
各中隊の奥行きを長さの半分にするが、それは人数において、彼らが他の部門の概ね半分だからである。
§6.29.5διότιπερ ἀνίσων ὄντων πολλάκις τῶν ἀνδρῶν ἰσάζειν ἀεὶ συμβαίνει πάντα τὰ μέρη κατὰ τὸ μῆκος διὰ τὴν τοῦ βάθους διαφοράν.
それゆえ、男たちの人数が異なることがよくあっても、奥行きの違いによって、常にすべての部門が長さに沿って均等になるということが生じる。
§6.29.6αὖθις δὲ πεντήκοντα πόδας ἀφʼ ἑκατέρων τούτων ἀποστήσαντες, ἀντίους παρεμβάλλουσι τοῖς τριαρίοις τοὺς πρίγκιπας.
そして再び、これら両方から五十フィート離して、トリアリイと向かい合うようにプリンキペスを配置する。
§6.29.7νευόντων δὲ καὶ τούτων εἰς τὰ προειρημένα διαστήματα δύʼ αὗται πάλιν ἀποτελοῦνται ῥῦμαι, τὰς μὲν ἀρχὰς ἀπὸ τῆς αὐτῆς εὐθείας λαμβάνουσαι καὶ τὰς εἰσβολάς, ὁμοίως τοῖς ἱππεῦσιν, ἐκ τοῦ πρὸ τῶν χιλιάρχων ἑκατομπέδου διαστήματος, λήγουσαι δὲ πρὸς τὴν καταντικρὺ τῶν χιλιάρχων πλευρὰν τοῦ χάρακος, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον εἶναι τοῦ παντὸς σχήματος.
これらもまた前述の間隔に面しているので、これら二つの通りが再び形成される。 それらは騎兵と同様に、同じ直線から始まり、千人隊長たちの前方の百フィートの間隔から入り口を持ち、千人隊長たちと反対側の陣壁の側、すなわち我々が最初から全体の形状の正面であると仮定した側で終わる。
§6.29.8μετὰ δὲ τοὺς πρίγκιπας, ὄπισθεν τούτων ὁμοίως ἔμπαλιν βλέποντα, συμψαύοντα δὲ τὰ σχήματα τιθέντες, τοὺς ἁστάτους παρεμβάλλουσι.
プリンキペスの後に、それらの背後に同様に反対方向を向かせ、区画を接して配置して、ハスタティを配置する。
§6.29.9δέκα δὲ σημαίας ἐχόντων ἁπάντων τῶν μερῶν κατὰ τὴν ἐξ ἀρχῆς διαίρεσιν, πάσας ἴσας συμβαίνει γίνεσθαι τὰς ῥύμας καὶ κατὰ τὸ μῆκος καὶ τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος·
最初の分割に従って、すべての部門が十の中隊を持っているため、すべての通りが長さにおいて等しくなり、正面の陣壁の側に接するそれらの末端も等しくなる。
πρὸς ἣν καὶ τὰς τελευταίας σημαίας ἐπιστρέφοντες στρατοπεδεύουσιν.
この正面に対して、最後の端の中隊も向きを合わせて陣を張るのである。

語釈・文法注

  1. 6.29.1γενομένης δὲ τῆς τῶν ἱππέων παρεμβολῆς — 独立分詞構文(属格絶対)であり、主節の主動詞 τιθέασι (§6.29.3) に意味上つながる。挿入句 (§6.29.2) を挟むため、文構造が一時的に中断されている。
  2. 6.29.3πλὴν — ここでは除外の接続詞(〜を除いて)ではなく、「しかしながら」「ただし」という文意の転換・主節の導入を果たす接続詞的副詞として機能している。
  3. 6.29.4τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν — 与格冠詞 τῷ が導く不定詞の冠詞付き名詞化表現で、原因を表す(「〜であることによって」)。τούτους(トリアリイ)が不定詞 εἶναι の意味上の主語、τῶν ἄλλων μερῶν が比較の属格。
  4. 6.29.7ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον εἶναι τοῦ παντὸς σχήματος — 関係代名詞 ἣν は πλευράν(側)を先行詞とし、間接話法の対格不定詞構文(εἶναι)の主語となっている。全体で「私たちが最初から全体の形状の正面であると仮定した(側)」を意味する。
  5. 6.29.9τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος — ἰσάζειν の主語は αἱ ἀποτομαί(切り口、末端)であり、αὐτῶν(それらの、すなわち通りの)がこれを修飾する。これらは陣壁の正面側に接する道路の末端部分を指し、すべての道路が規則的に同じ位置で終わることを示す。

この箇所を引用する

ポリュビオス, 歴史 §6.29.1-6.29.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.29.1-6.29.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。