§6.3.1τῶν μὲν γὰρ Ἑλληνικῶν πολιτευμάτων ὅσα πολλάκις μὲν ηὔξηται, πολλάκις δὲ τῆς εἰς τἀναντία μεταβολῆς ὁλοσχερῶς πεῖραν εἴληφε, ῥᾳδίαν εἶναι συμβαίνει καὶ τὴν ὑπὲρ τῶν προγεγονότων ἐξήγησιν καὶ τὴν ὑπὲρ τοῦ μέλλοντος ἀπόφασιν·
ギリシアの国制のうち、何度も発展し、何度も反対の方向への完全な変化を経験したすべてのものについては、過去の出来事に関する説明も、将来に関する判断も、容易になるのである。
§6.3.2τό τε γὰρ ἐξαγγεῖλαι τὰ γινωσκόμενα ῥᾴδιον, τό τε προειπεῖν ὑπὲρ τοῦ μέλλοντος στοχαζόμενον ἐκ τῶν ἤδη γεγονότων εὐμαρές.
というのも、既知の事柄を報告することは容易であり、すでに起こったことから推測して将来についてあらかじめ語ることはたやすいからである。
§6.3.3περὶ δὲ τῆς Ῥωμαίων οὐδʼ ὅλως εὐχερὲς οὔτε περὶ τῶν παρόντων ἐξηγήσασθαι διὰ τὴν ποικιλίαν τῆς πολιτείας, οὔτε περὶ τοῦ μέλλοντος προειπεῖν διὰ τὴν ἄγνοιαν τῶν προγεγονότων περὶ αὐτοὺς ἰδιωμάτων καὶ κοινῇ καὶ κατʼ ἰδίαν.
しかし、ローマ人の国制については、その国制の多様性のために現在の状況について説明することも、公私にわたる彼らの過去の固有の特徴に対する無知のために将来についてあらかじめ語ることも、まったく容易ではない。
§6.3.4διόπερ οὐ τῆς τυχούσης ἐπιστάσεως προσδεῖται καὶ θεωρίας, εἰ μέλλοι τις τὰ διαφέροντα καθαρίως ἐν αὐτῇ συνόψεσθαι.
それゆえ、もしその中にある際立った特徴をはっきりと見極めようとするならば、並々ならぬ注意と考察が必要とされる。
§6.3.5συμβαίνει δὴ τοὺς πλείστους τῶν βουλομένων διδασκαλικῶς ἡμῖν ὑποδεικνύειν περὶ τῶν τοιούτων τρία γένη λέγειν πολιτειῶν, ὧν τὸ μὲν καλοῦσι βασιλείαν, τὸ δʼ ἀριστοκρατίαν, τὸ δὲ τρίτον δημοκρατίαν.
ところで、国制について私たちに体系的に教え示そうとする人々の大部分は、三つの種類の国制があると説くのが常であり、彼らはその一つを王政、他を貴族政、第三のものを民主政と呼んでいる。
§6.3.6δοκεῖ δέ μοι πάνυ τις εἰκότως ἂν ἐπαπορῆσαι πρὸς αὐτούς, πότερον ὡς μόνας ταύτας ἢ καὶ νὴ Δίʼ ὡς ἀρίστας ἡμῖν εἰσηγοῦνται τῶν πολιτειῶν.
しかし、彼らに対して、これらを唯一の国制として提案しているのか、あるいは、誓って最善の国制として提案しているのか、疑問を投げかけることは、極めて当然であると私には思われる。
§6.3.7κατʼ ἀμφότερα γὰρ ἀγνοεῖν μοι δοκοῦσι.
なぜなら、どちらの場合であっても、彼らは真実を知らないと私には思われるからである。
δῆλον γὰρ ὡς ἀρίστην μὲν ἡγητέον πολιτείαν τὴν ἐκ πάντων τῶν προειρημένων ἰδιωμάτων συνεστῶσαν·
というのも、先に述べたすべての特徴から構成される国制こそを最善と見なさねばならないことは明らかだからである。
§6.3.8τούτου γὰρ τοῦ μέρους οὐ λόγῳ μόνον, ἀλλʼ ἔργῳ πεῖραν εἰλήφαμεν, Λυκούργου συστήσαντος πρώτου κατὰ τοῦτον τὸν τρόπον τὸ Λακεδαιμονίων πολίτευμα.
なぜなら、私たちはこの形態について言葉の上だけでなく実際に経験しているからであり、リュクルゴスが最初にこの方法でラケダイモン人の国制を組織したのである。
§6.3.9καὶ μὴν οὐδʼ ὡς μόνας ταύτας προσδεκτέον·
また、これらを唯一のものとして受け入れるべきでもない。
καὶ γὰρ μοναρχικὰς καὶ τυραννικὰς ἤδη τινὰς τεθεάμεθα πολιτείας, αἳ πλεῖστον διαφέρουσαι βασιλείας παραπλήσιον ἔχειν τι ταύτῃ δοκοῦσιν·
というのも、私たちはすでにいくつかの君主政や僭主政の国制を目にしてきたが、それらは王政とは大きく異なりながらも、王政に類似したところがあると思われるからである。
§6.3.10ᾗ καὶ συμψεύδονται καὶ συγχρῶνται πάντες οἱ μόναρχοι καθʼ ὅσον οἷοί τʼ εἰσὶ τῷ τῆς βασιλείας ὀνόματι.
それゆえに、すべての独裁者は、できる限り王政の名を利用し、それに便乗して自らを偽っているのである。
§6.3.11καὶ μὴν ὀλιγαρχικὰ πολιτεύματα καὶ πλείω γέγονε, δοκοῦντα παρόμοιον ἔχειν τι τοῖς ἀριστοκρατικοῖς, ἃ πλεῖστον ὡς ἔπος εἰπεῖν διεστᾶσιν.
同様に、寡頭制の国制も数多く存在してきたが、それらは貴族制に類似した点があるように思われるものの、いわば極めて大きく異なっているのである。
§6.3.12ὁ δʼ αὐτὸς λόγος καὶ περὶ
そして、これと同じ議論が……についても……