Humanitext Reader

波利比奥斯 · 历史 §6.3.1-6.3.12

罗马政体的复杂性与传统政体三分法之辨

第 478 段,共 1311 段 · 希腊语

内容简介

作者将易于分析的希腊政体与复杂的罗马政体进行对比,指出理解后者需要更深层的考察,并对传统的政体三分法提出质疑,进而指出混合政体及其他政体形式的存在。

§6.3.1τῶν μὲν γὰρ Ἑλληνικῶν πολιτευμάτων ὅσα πολλάκις μὲν ηὔξηται, πολλάκις δὲ τῆς εἰς τἀναντία μεταβολῆς ὁλοσχερῶς πεῖραν εἴληφε, ῥᾳδίαν εἶναι συμβαίνει καὶ τὴν ὑπὲρ τῶν προγεγονότων ἐξήγησιν καὶ τὴν ὑπὲρ τοῦ μέλλοντος ἀπόφασιν·
因为对于那些多次兴盛、又多次完全经历向相反方向转变的希腊政体而言,无论是对过去发生之事的说明,还是对未来的判定,都是容易的。
§6.3.2τό τε γὰρ ἐξαγγεῖλαι τὰ γινωσκόμενα ῥᾴδιον, τό τε προειπεῖν ὑπὲρ τοῦ μέλλοντος στοχαζόμενον ἐκ τῶν ἤδη γεγονότων εὐμαρές.
因为陈述已知之事是容易的,而根据已经发生的事推测并预言未来也是不难的。
§6.3.3περὶ δὲ τῆς Ῥωμαίων οὐδʼ ὅλως εὐχερὲς οὔτε περὶ τῶν παρόντων ἐξηγήσασθαι διὰ τὴν ποικιλίαν τῆς πολιτείας, οὔτε περὶ τοῦ μέλλοντος προειπεῖν διὰ τὴν ἄγνοιαν τῶν προγεγονότων περὶ αὐτοὺς ἰδιωμάτων καὶ κοινῇ καὶ κατʼ ἰδίαν.
但关于罗马人的国制,由于其政体的复杂性,既不易说明其现状,又由于对他们公私两方面过去固有特征的无知,而难以预言其未来。
§6.3.4διόπερ οὐ τῆς τυχούσης ἐπιστάσεως προσδεῖται καὶ θεωρίας, εἰ μέλλοι τις τὰ διαφέροντα καθαρίως ἐν αὐτῇ συνόψεσθαι.
因此,若想清晰地洞察其中独特的特征,便需要不寻常的关注与考察。
§6.3.5συμβαίνει δὴ τοὺς πλείστους τῶν βουλομένων διδασκαλικῶς ἡμῖν ὑποδεικνύειν περὶ τῶν τοιούτων τρία γένη λέγειν πολιτειῶν, ὧν τὸ μὲν καλοῦσι βασιλείαν, τὸ δʼ ἀριστοκρατίαν, τὸ δὲ τρίτον δημοκρατίαν.
事实上,大多数愿意系统地向我们展示此类事物的人,往往会说有三种政体,他们将其中一种称为君主政,另一种称为贵族政,第三种称为民主政。
§6.3.6δοκεῖ δέ μοι πάνυ τις εἰκότως ἂν ἐπαπορῆσαι πρὸς αὐτούς, πότερον ὡς μόνας ταύτας ἢ καὶ νὴ Δίʼ ὡς ἀρίστας ἡμῖν εἰσηγοῦνται τῶν πολιτειῶν.
但在我看来,人们非常合理地可以向他们提出疑问:他们向我们推荐这些国制,是将其作为仅有的国制,还是作为最善的国制?
§6.3.7κατʼ ἀμφότερα γὰρ ἀγνοεῖν μοι δοκοῦσι.
因为无论在哪种情况下,他们在我看来都是无知的。
δῆλον γὰρ ὡς ἀρίστην μὲν ἡγητέον πολιτείαν τὴν ἐκ πάντων τῶν προειρημένων ἰδιωμάτων συνεστῶσαν·
因为显而易见,必须将那由上述所有特征结合而成的国制视为最善的国制。
§6.3.8τούτου γὰρ τοῦ μέρους οὐ λόγῳ μόνον, ἀλλʼ ἔργῳ πεῖραν εἰλήφαμεν, Λυκούργου συστήσαντος πρώτου κατὰ τοῦτον τὸν τρόπον τὸ Λακεδαιμονίων πολίτευμα.
因为关于这一类政体,我们不仅在理论上、而且在实践中也经历过,因为莱库古最初就是以这种方式构建了拉刻代蒙人的政体。
§6.3.9καὶ μὴν οὐδʼ ὡς μόνας ταύτας προσδεκτέον· καὶ γὰρ μοναρχικὰς καὶ τυραννικὰς ἤδη τινὰς τεθεάμεθα πολιτείας, αἳ πλεῖστον διαφέρουσαι βασιλείας παραπλήσιον ἔχειν τι ταύτῃ δοκοῦσιν·
此外,也不应将这些视为仅有的政体;因为我们已经目睹过某些君主制和僭主制的国制,它们虽与王政有极大不同,却似乎与之有相似之处。
§6.3.10ᾗ καὶ συμψεύδονται καὶ συγχρῶνται πάντες οἱ μόναρχοι καθʼ ὅσον οἷοί τʼ εἰσὶ τῷ τῆς βασιλείας ὀνόματι.
在这方面,所有的君主只要能够做到,都假托并利用王政的名义来欺世盗名。
§6.3.11καὶ μὴν ὀλιγαρχικὰ πολιτεύματα καὶ πλείω γέγονε, δοκοῦντα παρόμοιον ἔχειν τι τοῖς ἀριστοκρατικοῖς, ἃ πλεῖστον ὡς ἔπος εἰπεῖν διεστᾶσιν.
再者,也曾存在过较多的寡头政体,它们看似与贵族政体有相似之处,但实际上,可以说它们之间存在着极大的区别。
§6.3.12ὁ δʼ αὐτὸς λόγος καὶ περὶ
而关于……也是同样的道理……

词汇与语法注释

  1. 6.3.1τῶν μὲν γὰρ Ἑλληνικῶν πολιτευμάτων — 置于句首的属格短语。它受到后面的关系从句 ὅσα... 的限定,作为整体属格,或作为关系属格(意为“关于……”)指明后续主句陈述的适用范围。
  2. 6.3.4οὐ τῆς τυχούσης — τυχούσης 是动词 τυγχάνω 的现在时分词阴性单数属格,在此处意为“普通的”。与否定词 οὐ 结合,构成双重否定(缓叙法),表示“非同寻常的、特别的”。
  3. 6.3.10ᾗ καὶ συμψεύδονται καὶ συγχρῶνται — 关系代名词的与格 ᾗ 在此表示方式或原因(“由此”、“因此”)。随后出现的两个带有前缀 συν- 的动词共同支配与格宾语 τῷ τῆς βασιλείας ὀνόματι。

引用这一段

波利比奥斯, 历史 §6.3.1-6.3.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.3.1-6.3.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。