§6.28.1Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν εἰς τὸ πρόσθεν κατὰ πάσας τὰς σκηνάς, λοιπὸν ἀπὸ τῆς τοῦτο τὸ πλάτος ὁριζούσης εὐθείας, ἥτις γίνεται παράλληλος ταῖς τῶν χιλιάρχων σκηναῖς, ἀπὸ ταύτης ἄρχονται ποιεῖσθαι τὰς τῶν στρατοπέδων παρεμβολάς, χειρίζοντες τὸν τρόπον τοῦτον.
すべての天幕の前方に再び百フィートが測定されると、次に、この幅を画定する直線(これは千人隊長たちの天幕と平行になる)から始めて、彼らは軍団の幕営地を造り始め、次の方法でこれを行う。
§6.28.2διχοτομήσαντες τὴν προειρημένην εὐθεῖαν, ἀπὸ τούτου τοῦ σημείου πρὸς ὀρθὰς τῇ γραμμῇ τοὺς ἱππεῖς ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου παρεμβάλλουσι, πεντήκοντα διέχοντας πόδας ἀλλήλων, μέσην ποιοῦντες τὴν τομὴν τοῦ διαστήματος.
前述の直線を二等分し、この点から、その直線に対して直角に、各軍団の騎兵たちを互いに向かい合うように配置する。 彼らは互いに五十フィート離れており、その間隔の中央を二等分点とする。
§6.28.3ἔστι δʼ ἥ τε τῶν ἱππέων καὶ τῶν πεζῶν σκηνοποιία παραπλήσιος·
騎兵と歩兵の天幕の設営方法はほぼ同様である。
γίνεται γὰρ τὸ ὅλον σχῆμα καὶ τῆς σημαίας καὶ τῶν οὐλαμῶν τετράγωνον.
すなわち、中隊と騎兵隊の双方の全体の形状が四角形になるからである。
§6.28.4τοῦτο δὲ βλέπει μὲν εἰς τὰς διόδους, ἔχει δὲ τὸ μὲν μῆκος ὡρισμένον τὸ παρὰ τὴν δίοδον — ἔστι γὰρ ἑκατὸν ποδῶν — ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ τὸ βάθος ἴσον πειρῶνται ποιεῖν πλὴν τῶν συμμάχων.
これは道路に向いており、道路に沿った側の長さは百フィートと定められているが、たいていの場合、同盟軍を除いては、奥行きもこれと等しくしようと努める。
§6.28.5ὅταν δὲ τοῖς μείζοσι στρατοπέδοις χρῶνται, τὸ κατὰ λόγον καὶ τῷ μήκει καὶ τῷ βάθει προστιθέασι.
より大規模な軍団を用いる場合には、比例に応じて、長さにも奥行きにも追加する。