§6.27.1ἔστι δὴ τὸ γένος αὐτῶν τῆς στρατοπεδείας τοιόνδε.
ローマ人の宿営の方式は以下のようなものである。
τοῦ κριθέντος αἰεὶ τόπου πρὸς στρατοπεδείαν, τούτου τὸν ἐπιτηδειότατον εἰς σύνοψιν ἅμα καὶ παραγγελίαν ἡ τοῦ στρατηγοῦ σκηνὴ καταλαμβάνει.
宿営のためにその都度選ばれた場所のうち、全体を見渡し指示を伝えるのに最も適した場所を、将軍の天幕が占める。
τεθείσης δὲ τῆς σημαίας, §6.27.2οὗ μέλλουσι πηγνύναι ταύτην, ἀπομετρεῖται πέριξ τῆς σημαίας τετράγωνος τόπος, ὥστε πάσας τὰς πλευρὰς ἑκατὸν ἀπέχειν πόδας τῆς σημαίας, τὸ δʼ ἐμβαδὸν γίνεσθαι τετράπλεθρον.
そして、旗が立てられると、その旗を立てる予定の場所を中心として、その旗の周囲に四角い土地が測定される。 それは、すべての辺が旗から百フィート離れ、その面積が四プレトロンになるようにするためである。
§6.27.3τούτου δὲ τοῦ σχήματος αἰεὶ παρὰ μίαν ἐπιφάνειαν καὶ πλευράν, ἥτις ἂν ἐπιτηδειοτάτη φανῇ πρός τε τὰς ὑδρείας καὶ προνομάς, παραβάλλεται τὰ Ῥωμαϊκὰ στρατόπεδα τὸν τρόπον τοῦτον.
この方形の常に一側面あるいは一辺であって、給水と糧食調達に最も適していると思われる側に沿って、ローマ軍団は次のように並置される。
§6.27.4ἓξ ὑπαρχόντων χιλιάρχων ἐν ἑκάστῳ στρατοπέδῳ κατὰ τὸν ἄρτι λόγον, δυεῖν δὲ στρατοπέδων ὄντων τῶν Ῥωμαϊκῶν ἀεὶ μεθʼ ἑκατέρου τῶν ὑπάτων, φανερὸν ὅτι δώδεκα χιλιάρχους ἀνάγκη συστρατεύειν ἑκατέρῳ τῶν ὑπάτων.
先ほどの説明によれば、それぞれの軍団には六人の千人隊長がおり、執政官のそれぞれには常に二つのローマ軍団が伴っているのであるから、それぞれの執政官には十二人の千人隊長が従軍している必要があることは明らかである。
§6.27.5τιθέασι δὴ τὰς τούτων σκηνὰς ἐπὶ μίαν εὐθεῖαν ἁπάσας, ἥτις ἐστὶ παράλληλος τῇ τοῦ τετραγώνου προκριθείσῃ πλευρᾷ, πεντήκοντα δʼ ἀπέχει πόδας ἀπʼ αὐτῆς, ἵνʼ ᾗ τοῖς ἵπποις, ἅμα δʼ ὑποζυγίοις καὶ τῇ λοιπῇ τῶν χιλιάρχων ἀποσκευῇ τόπος.
彼らはこれら千人隊長たちの天幕をすべて一列の直線上に配置する。 この直線は、その方形の選ばれた一辺と平行であり、そこから五十フィート離れている。 それは、馬、そして同時に荷獣や千人隊長たちのその他の荷物のための場所を確保するためである。
§6.27.6αἱ δὲ σκηναὶ τοῦ προειρημένου σχήματος εἰς τοὔμπαλιν ἀπεστραμμέναι πήγνυνται πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, ἣ νοείσθω καὶ καλείσθω δὲ καθάπαξ ἡμῖν ἀεὶ τοῦ παντὸς σχήματος κατὰ πρόσωπον.
これらの天幕は、前述の方形とは反対の方向を向き、外側の面に向かって建てられる。 この外側の面を、我々にとって、全体の構造の常に「正面」と見なし、またそのように呼ぶことにしよう。
§6.27.7ἀφεστᾶσι δʼ ἀλλήλων μὲν ἴσον αἱ τῶν χιλιάρχων σκηναί, τοσοῦτον δὲ τόπον ὥστε παρʼ ὅλον τὸ πλάτος ἀεὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων παρήκειν.
千人隊長たちの天幕は互いに等間隔で離れており、ローマ軍団の全幅にわたって常に延びるほどの広さを占めている。