Humanitext Reader

波利比奥斯 · 历史 §6.28.1-6.28.5

骑兵与步兵营区的基本格局与规划

第 505 段,共 1311 段 · 希腊语

内容简介

在军事长官的营帐前留出一百英尺的空地后,两个军团的骑兵隔街相对安置,确立了步兵和骑兵营帐的基本正方形布局。

§6.28.1Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν εἰς τὸ πρόσθεν κατὰ πάσας τὰς σκηνάς, λοιπὸν ἀπὸ τῆς τοῦτο τὸ πλάτος ὁριζούσης εὐθείας, ἥτις γίνεται παράλληλος ταῖς τῶν χιλιάρχων σκηναῖς, ἀπὸ ταύτης ἄρχονται ποιεῖσθαι τὰς τῶν στρατοπέδων παρεμβολάς, χειρίζοντες τὸν τρόπον τοῦτον.
在所有营帐的前方再次测量出一百英尺之后,接着,自划定这一宽度的直线(此线与军事长官们的营帐平行)开始,他们开始修筑军团的营地,并以下列方式进行。
§6.28.2διχοτομήσαντες τὴν προειρημένην εὐθεῖαν, ἀπὸ τούτου τοῦ σημείου πρὸς ὀρθὰς τῇ γραμμῇ τοὺς ἱππεῖς ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου παρεμβάλλουσι, πεντήκοντα διέχοντας πόδας ἀλλήλων, μέσην ποιοῦντες τὴν τομὴν τοῦ διαστήματος.
在将上述直线二等分后,他们从该点出发,与该线垂直,将两个军团的骑兵配置在彼此相对的位置上,相互间隔五十英尺,并使二等分点成为这一间距的中心。
§6.28.3ἔστι δʼ ἥ τε τῶν ἱππέων καὶ τῶν πεζῶν σκηνοποιία παραπλήσιος· γίνεται γὰρ τὸ ὅλον σχῆμα καὶ τῆς σημαίας καὶ τῶν οὐλαμῶν τετράγωνον.
骑兵和步兵的营帐搭建方式非常相似;因为不论是步兵中队还是骑兵队,其整体形状都呈正方形。
§6.28.4τοῦτο δὲ βλέπει μὲν εἰς τὰς διόδους, ἔχει δὲ τὸ μὲν μῆκος ὡρισμένον τὸ παρὰ τὴν δίοδον — ἔστι γὰρ ἑκατὸν ποδῶν — ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ τὸ βάθος ἴσον πειρῶνται ποιεῖν πλὴν τῶν συμμάχων.
这面向街道,其沿着街道一侧的长度是固定的——因为是一百英尺——而除盟军外,在大多数情况下,他们也尽力使深度与之相等。
§6.28.5ὅταν δὲ τοῖς μείζοσι στρατοπέδοις χρῶνται, τὸ κατὰ λόγον καὶ τῷ μήκει καὶ τῷ βάθει προστιθέασι.
当他们使用更大规模的军团时,则按比例在长度和深度上都予以增加。

词汇与语法注释

  1. §6.28.1Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν — 属格绝对结构(“当一百英尺被测量出时”),其中属格被动分词与作为其主语的 ἑκατὸν ποδῶν 连用。
  2. §6.28.2ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου — ἑκατέρου τοῦ στρατοπέδου(“每个军团的”)是属格,修饰名词“骑兵(τοὺς ἱππεῖς)”。ἀντίους αὑτοῖς(“彼此相对”)是宾格形容词短语,作 τοὺς ἱππεῖς(骑兵们)的谓语性修饰语。
  3. §6.28.3τὸ ὅλον σχῆμα καὶ τῆς σημαίας καὶ τῶν οὐλαμῶν — 关联连词 καὶ ... καὶ ...(“既……又……”)连接了两个属格名词 τῆς σημαίας(步兵中队的)和 τῶν οὐλαμῶν(骑兵队的),共同修饰 τὸ ὅλον σχῆμα(“整体形状”)。
  4. §6.28.4ἔχει δὲ τὸ μὲν μῆκος ὡρισμένον τὸ παρὰ τὴν δίοδον — 谓语性形容词 ὡρισμένον 修饰宾语 τὸ μῆκος,构成“使长度成为固定的”之意。介词短语 τὸ παρὰ τὴν δίοδον(“沿街道的”)作定语修饰 μῆκος。

引用这一段

波利比奥斯, 历史 §6.28.1-6.28.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.28.1-6.28.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。