Humanitext Reader

波利比奥斯 · 历史 §6.27.1-6.27.7

军营的布局与执政官及长官营帐的设置

第 504 段,共 1311 段 · 希腊语

内容简介

波里比阿开始说明罗马军营的布局设计,详细描述了围绕军旗设立的执政官营帐的位置,以及与之平行排列的军事长官营帐的设置标准。

§6.27.1ἔστι δὴ τὸ γένος αὐτῶν τῆς στρατοπεδείας τοιόνδε.
他们的宿营方式如下。
τοῦ κριθέντος αἰεὶ τόπου πρὸς στρατοπεδείαν, τούτου τὸν ἐπιτηδειότατον εἰς σύνοψιν ἅμα καὶ παραγγελίαν ἡ τοῦ στρατηγοῦ σκηνὴ καταλαμβάνει. τεθείσης δὲ τῆς σημαίας,
在每次选定用于宿营的地方中,执政官的营帐占领了最适合于统观全局和下达命令的地方。
§6.27.2οὗ μέλλουσι πηγνύναι ταύτην, ἀπομετρεῖται πέριξ τῆς σημαίας τετράγωνος τόπος, ὥστε πάσας τὰς πλευρὰς ἑκατὸν ἀπέχειν πόδας τῆς σημαίας, τὸ δʼ ἐμβαδὸν γίνεσθαι τετράπλεθρον.
当军旗立起后,在准备立旗的地方,围绕着军旗测量出一块正方形的土地,使得所有的边距离军旗都是一百英尺,其面积为四普勒特拉。
§6.27.3τούτου δὲ τοῦ σχήματος αἰεὶ παρὰ μίαν ἐπιφάνειαν καὶ πλευράν, ἥτις ἂν ἐπιτηδειοτάτη φανῇ πρός τε τὰς ὑδρείας καὶ προνομάς, παραβάλλεται τὰ Ῥωμαϊκὰ στρατόπεδα τὸν τρόπον τοῦτον.
在这一图形的常常是一个侧面或一边的位置,即无论哪一边看起来最适合于水源和采草,罗马军团都以如下方式并列排开。
§6.27.4ἓξ ὑπαρχόντων χιλιάρχων ἐν ἑκάστῳ στρατοπέδῳ κατὰ τὸν ἄρτι λόγον, δυεῖν δὲ στρατοπέδων ὄντων τῶν Ῥωμαϊκῶν ἀεὶ μεθʼ ἑκατέρου τῶν ὑπάτων, φανερὸν ὅτι δώδεκα χιλιάρχους ἀνάγκη συστρατεύειν ἑκατέρῳ τῶν ὑπάτων.
根据刚才的说明,每个军团有六名军事长官,而每位执政官麾下通常有两个罗马军团,显然每位执政官必然有十二名军事长官随军。
§6.27.5τιθέασι δὴ τὰς τούτων σκηνὰς ἐπὶ μίαν εὐθεῖαν ἁπάσας, ἥτις ἐστὶ παράλληλος τῇ τοῦ τετραγώνου προκριθείσῃ πλευρᾷ, πεντήκοντα δʼ ἀπέχει πόδας ἀπʼ αὐτῆς, ἵνʼ ᾗ τοῖς ἵπποις, ἅμα δʼ ὑποζυγίοις καὶ τῇ λοιπῇ τῶν χιλιάρχων ἀποσκευῇ τόπος.
他们将这些人的营帐全部安置在一条直线上,这条直线与上述正方形所选定的一边平行,并与之相距五十英尺,以便为马匹,同时为驮兽及军事长官们的其他行李留出空间。
§6.27.6αἱ δὲ σκηναὶ τοῦ προειρημένου σχήματος εἰς τοὔμπαλιν ἀπεστραμμέναι πήγνυνται πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, ἣ νοείσθω καὶ καλείσθω δὲ καθάπαξ ἡμῖν ἀεὶ τοῦ παντὸς σχήματος κατὰ πρόσωπον.
这些营帐在背向上述图形的方向上,面向外侧搭建;让我们一劳永逸地将这外侧面理解并称呼为整个建筑结构的“正面”。
§6.27.7ἀφεστᾶσι δʼ ἀλλήλων μὲν ἴσον αἱ τῶν χιλιάρχων σκηναί, τοσοῦτον δὲ τόπον ὥστε παρʼ ὅλον τὸ πλάτος ἀεὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων παρήκειν.
军事长官们的营帐之间保持等距离的间隔,占有的空间恰好可以延伸至罗马军团的整个宽度。

词汇与语法注释

  1. §6.27.1τοῦ κριθέντος αἰεὶ τόπου πρὸς στρατοπεδείαν, τούτου τὸν ἐπιτηδειότατον... ἡ τοῦ στρατηγοῦ σκηνὴ καταλαμβάνει — 属格短语 τοῦ κριθέντος... τόπου 是部分属格,修饰后文的指示代词 τούτου,而 τούτου 又限定了最高级形容词 τὸν ἐπιτηδειότατον(最合适的部分)。
  2. §6.27.2τετράπλεθρον — 指作为面积单位的“四普勒特拉”。由于一普勒特拉等于100英尺,因此边长为200英尺(2普勒特拉)的正方形面积(4万平方英尺,即4平方普勒特拉)与之相当。
  3. §6.27.6αἱ δὲ σκηναὶ τοῦ προειρημένου σχήματος εἰς τοὔμπαλιν ἀπεστραμμέναι πήγνυνται πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν — τοῦ προειρημένου σχήματος 是由分词 ἀπεστραμμέναι(背向)所支配的分离属格,意为“背向上述图形(即执政官营帐的方形区域)”。

引用这一段

波利比奥斯, 历史 §6.27.1-6.27.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.27.1-6.27.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。