§6.26.1τοιαύτην δὲ ποιησάμενοι τὴν διαίρεσιν οἱ χιλίαρχοι, καὶ ταῦτα παραγγείλαντες περὶ τῶν ὅπλων, τότε μὲν ἀπέλυσαν τοὺς ἄνδρας εἰς τὴν οἰκείαν·
千人隊長たちはこのように編制を行い、武器に関してこれらの指示を与えた後、その時は兵卒をそれぞれの家に解散させた。
παραγενομένης δὲ τῆς ἡμέρας, §6.26.2εἰς ἣν ὤμοσαν ἁθροισθῆναι πάντες ὁμοίως εἰς τὸν ἀποδειχθέντα τόπον ὑπὸ τῶν ὑπάτων — §6.26.3τάττει δʼ ὡς ἐπίπαν ἑκάτερος χωρὶς τὸν τόπον τοῖς αὑτοῦ στρατοπέδοις·
そして、その日が到来すると、 ――その日には全員が同様に、執政官たちによって指定された場所に集まることを誓い合っていたのだが―― (執政官のそれぞれは、大抵、自分の軍団のために別々に場所を定める。
ἑκατέρῳ γὰρ δίδοται τὸ μέρος τῶν συμμάχων καὶ δύο τῶν Ῥωμαϊκῶν στρατοπέδων — §6.26.4παραγίνονται δὲ πάντες ἀδιαπτώτως οἱ καταγραφέντες, ὡς ἂν μηδεμιᾶς ἄλλης συγχωρουμένης προφάσεως τοῖς ἐξορκισθεῖσι πλὴν ὀρνιθείας καὶ τῶν ἀδυνάτων.
というのも、それぞれに同盟軍の一部と、二つのローマ軍団が割り当てられるからである)誓いを立てた者たちには、鳥占いによる不吉な兆候と、不可能な事由以外にはいかなる口実も許されないため、登録された者たちは全員、例外なく参集する。
§6.26.5ἁθροισθέντων δὲ καὶ τῶν συμμάχων ὁμοῦ τοῖς Ῥωμαίοις, τὴν μὲν οἰκονομίαν καὶ τὸν χειρισμὸν ποιοῦνται τούτων αὐτῶν οἱ καθεσταμένοι μὲν ὑπὸ τῶν ὑπάτων ἄρχοντες, προσαγορευόμενοι δὲ πραίφεκτοι, δώδεκα τὸν ἀριθμὸν ὄντες.
同盟軍もローマ人と共に集まると、これら同盟軍自体の管理と統率(差配)は、執政官によって任命され、「プライフェκティ」と呼ばれる十二名の指揮官たちが行う。
§6.26.6οἳ πρῶτον μὲν τοῖς ὑπάτοις τοὺς ἐπιτηδειοτάτους πρὸς τὴν ἀληθινὴν χρείαν ἐκ πάντων τῶν παραγεγονότων συμμάχων ἱππεῖς καὶ πεζοὺς ἐκλέγουσι, τοὺς καλουμένους ἐκτραορδιναρίους, ὃ μεθερμηνευόμενον ἐπιλέκτους δηλοῖ.
彼らはまず第一に、参集したすべての同盟軍の中から、実際の戦闘任務に最も適した騎兵と歩兵を執政官たちのために選出する。 これらは「エκストラオルディナリイ」と呼ばれ、翻訳すると「精鋭」を意味する。
§6.26.7τὸ δὲ πλῆθος γίνεται τὸ πᾶν τῶν συμμάχων, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις ὡς τὸ πολύ, τὸ δὲ τῶν ἱππέων τριπλάσιον·
同盟軍の総数は、歩兵については大抵ローマ軍団とほぼ同数であり、騎兵については三倍に達する。
§6.26.8ἐκ δὲ τούτων λαμβάνουσι τῶν μὲν ἱππέων εἰς τοὺς ἐπιλέκτους ἐπιεικῶς τὸ τρίτον μέρος, τῶν δὲ πεζῶν τὸ πέμπτον.
彼らはこれらのうち、騎兵からはおよそ三分の一を、歩兵からは五分の一を精鋭のために取る。
τοὺς δὲ λοιποὺς διεῖλον εἰς δύο μέρη,
そして残りの者を二つの部分に分ける。
§6.26.9καὶ καλοῦσι τὸ μὲν δεξιόν, τὸ δʼ εὐώνυμον κέρας.
そして一方を「右翼」、他方を「左翼」と呼ぶ。
§6.26.10τούτων δʼ εὐτρεπῶν γενομένων παραλαβόντες οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ὁμοῦ καὶ τοὺς συμμάχους κατεστρατοπέδευσαν, ἑνὸς ὑπάρχοντος παρʼ αὐτοῖς θεωρήματος ἁπλοῦ περὶ τὰς παρεμβολάς, ᾧ χρῶνται πρὸς πάντα καιρὸν καὶ τόπον.
これらが準備されると、千人隊長たちはローマ人と同盟軍を同時に引き連れて宿営させる。 彼らの間には宿営に関する一つの単純な方式が存在し、それをあらゆる時期と場所において用いるのである。
§6.26.11διὸ καὶ δοκεῖ μοι πρέπειν τῷ καιρῷ τὸ πειραθῆναι, καθʼ ὅσον οἷόν τε τῷ λόγῳ, τοὺς ἀκούοντας εἰς ἔννοιαν ἀγαγεῖν τοῦ κατὰ τὰς πορείας καὶ στρατοπεδείας καὶ παρατάξεις χειρισμοῦ τῶν δυνάμεων.
それゆえに、言葉でできる限り、行軍、宿営、戦闘隊形における諸軍の統率(運用)についての理解へと聴き手を導くよう試みることが、この機会にふさわしいと私には思われる。
§6.26.12τίς γὰρ οὕτως ἐστὶν ἀπεοικὼς πρὸς τὰ καλὰ καὶ σπουδαῖα τῶν ἔργων, ὃς οὐκ ἂν βουληθείη μικρὸν ἐπιμελέστερον ἐπιστῆσαι περὶ τῶν τοιούτων, ὑπὲρ ὧν ἅπαξ ἀκούσας ἐπιστήμων ἔσται πράγματος ἑνὸς τῶν ἀξίων λόγου καὶ γνώσεως;
なぜなら、立派で真剣な業績に対してこれほど無関心な者がいるだろうか、一度聞けば、語るに値し知るに値する事柄の一つについて知識を得ることができるような、こうした事柄について、少しばかり注意深く心を傾けたいと思わない者がいるだろうか。