§6.26.1τοιαύτην δὲ ποιησάμενοι τὴν διαίρεσιν οἱ χιλίαρχοι, καὶ ταῦτα παραγγείλαντες περὶ τῶν ὅπλων, τότε μὲν ἀπέλυσαν τοὺς ἄνδρας εἰς τὴν οἰκείαν·
军事长官在作了这样的编制并对武器下达了这些指示后,当时便解散士兵让他们各自回家。
παραγενομένης δὲ τῆς ἡμέρας, §6.26.2εἰς ἣν ὤμοσαν ἁθροισθῆναι πάντες ὁμοίως εἰς τὸν ἀποδειχθέντα τόπον ὑπὸ τῶν ὑπάτων — §6.26.3τάττει δʼ ὡς ἐπίπαν ἑκάτερος χωρὶς τὸν τόπον τοῖς αὑτοῦ στρατοπέδοις· ἑκατέρῳ γὰρ δίδοται τὸ μέρος τῶν συμμάχων καὶ δύο τῶν Ῥωμαϊκῶν στρατοπέδων — §6.26.4παραγίνονται δὲ πάντες ἀδιαπτώτως οἱ καταγραφέντες, ὡς ἂν μηδεμιᾶς ἄλλης συγχωρουμένης προφάσεως τοῖς ἐξορκισθεῖσι πλὴν ὀρνιθείας καὶ τῶν ἀδυνάτων.
而当那一天到来时 —— 在这一天,所有人均宣誓在执政官指定的地点集结 —— (每位执政官通常为自己的军团单独指定地点,因为每人分得一部分同盟军和两个罗马军团) —— 所有登记在册的人无一例外地按时到达,因为对于宣过誓的人,除了不祥占卜和不可抗力之外,不允许有任何其他借口。
§6.26.5ἁθροισθέντων δὲ καὶ τῶν συμμάχων ὁμοῦ τοῖς Ῥωμαίοις, τὴν μὲν οἰκονομίαν καὶ τὸν χειρισμὸν ποιοῦνται τούτων αὐτῶν οἱ καθεσταμένοι μὲν ὑπὸ τῶν ὑπάτων ἄρχοντες, προσαγορευόμενοι δὲ πραίφεκτοι, δώδεκα τὸν ἀριθμὸν ὄντες.
当同盟军也与罗马人一同集结完毕后,对这些同盟军的组织和统帅由执政官任命的指挥官负责,他们被称为“长官”,人数共十二名。
§6.26.6οἳ πρῶτον μὲν τοῖς ὑπάτοις τοὺς ἐπιτηδειοτάτους πρὸς τὴν ἀληθινὴν χρείαν ἐκ πάντων τῶν παραγεγονότων συμμάχων ἱππεῖς καὶ πεζοὺς ἐκλέγουσι, τοὺς καλουμένους ἐκτραορδιναρίους, ὃ μεθερμηνευόμενον ἐπιλέκτους δηλοῖ.
他们首先从所有到场的同盟军中,为执政官挑选出最适合实际战斗需要的骑兵和步兵,这些士兵被称为“非常规军”,译作“精锐”。
§6.26.7τὸ δὲ πλῆθος γίνεται τὸ πᾶν τῶν συμμάχων, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις ὡς τὸ πολύ, τὸ δὲ τῶν ἱππέων τριπλάσιον· §6.26.8ἐκ δὲ τούτων λαμβάνουσι τῶν μὲν ἱππέων εἰς τοὺς ἐπιλέκτους ἐπιεικῶς τὸ τρίτον μέρος, τῶν δὲ πεζῶν τὸ πέμπτον.
同盟军的总人数,步兵大抵与罗马军团相当,而骑兵则是罗马军团的三倍;他们从这些同盟军中,大约抽取三分之一的骑兵和五分之一的步兵充当精锐。
τοὺς δὲ λοιποὺς διεῖλον εἰς δύο μέρη, §6.26.9καὶ καλοῦσι τὸ μὲν δεξιόν, τὸ δʼ εὐώνυμον κέρας.
其余的人他们分为两部分,分别称为“右翼”和“左翼”。
§6.26.10τούτων δʼ εὐτρεπῶν γενομένων παραλαβόντες οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ὁμοῦ καὶ τοὺς συμμάχους κατεστρατοπέδευσαν, ἑνὸς ὑπάρχοντος παρʼ αὐτοῖς θεωρήματος ἁπλοῦ περὶ τὰς παρεμβολάς, ᾧ χρῶνται πρὸς πάντα καιρὸν καὶ τόπον.
准备就绪后,军事长官带领罗马人和同盟军一同扎营。 在他们中间存在着一个关于营地建设的简单法则,供他们在任何时间和地点使用。
§6.26.11διὸ καὶ δοκεῖ μοι πρέπειν τῷ καιρῷ τὸ πειραθῆναι, καθʼ ὅσον οἷόν τε τῷ λόγῳ, τοὺς ἀκούοντας εἰς ἔννοιαν ἀγαγεῖν τοῦ κατὰ τὰς πορείας καὶ στρατοπεδείας καὶ παρατάξεις χειρισμοῦ τῶν δυνάμεων.
因此,我认为在这个时机,应当尝试尽文字所能,引导听众去理解军队在行军、宿营和布阵中的组织和运用。
§6.26.12τίς γὰρ οὕτως ἐστὶν ἀπεοικὼς πρὸς τὰ καλὰ καὶ σπουδαῖα τῶν ἔργων, ὃς οὐκ ἂν βουληθείη μικρὸν ἐπιμελέστερον ἐπιστῆσαι περὶ τῶν τοιούτων, ὑπὲρ ὧν ἅπαξ ἀκούσας ἐπιστήμων ἔσται πράγματος ἑνὸς τῶν ἀξίων λόγου καὶ γνώσεως;
因为有谁会对如此高尚和严肃的业绩冷漠到,不愿对这些事情稍微多加留心呢? 关于这些事,一旦听闻,便能对这件极具论述和认识价值的事情获得知识。