§6.11.1## ϝ. δε ρομανορυμ ρε πυβλιξα φλορεντε
ὅτι ἀπὸ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα καὶ τριάκοντα ἔτεσιν ὕστερον ἀπὸ τούτων τῶν καιρῶν ἀεὶ τῶν κατὰ μέρος προδιευκρινουμένων ἦν καὶ κάλλιστον καὶ τέλειον ἐν τοῖς Ἀννιβιακοῖς καιροῖς, ἀφʼ ὧν ἡμεῖς εἰς ταῦτα τὴν ἐκτροπὴν ἐποιησάμεθα.
¦v. de romanorum re publica florente¦ クセルクセスのギリシア侵攻から、またこれらの時代から三十年後以降、個々の要素がつねに前もって調整される中で、国制は、我々がそれに基づいてこの脱線を行うにいたったあのハンニバル戦争の時代において、最も美しく、完成された状態にあったということ。
§6.11.2διὸ καὶ τὸν ὑπὲρ τῆς συστάσεως αὐτοῦ λόγον ἀποδεδωκότες πειρασόμεθα νῦν ἤδη διασαφεῖν ὁποῖόν τι κατʼ ἐκείνους ὑπῆρχε τοὺς καιρούς, ἐν οἷς λειφθέντες τῇ περὶ Κάνναν μάχῃ τοῖς ὅλοις ἔπταισαν πράγμασιν.
それゆえ、その国制の成立に関する議論をすでに終えたので、我々は今や、カンナエの戦いで敗れて国家の全般においてつまずいたあの時代において、それがどのような状態にあったかを明らかにすることを試みる。
§6.11.3οὐκ ἀγνοῶ δὲ διότι τοῖς ἐξ αὐτῆς τῆς πολιτείας ὁρμωμένοις ἐλλιπεστέραν φανησόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν, ἔνια παραλιπόντες τῶν κατὰ μέρος·
しかし、その国制自体から出発している人々にとって、我々が個別の事柄のいくつかを省略することによって、不十分な説明を行っているように見えるであろうことを、私は知らないわけではない。
§6.11.4πᾶν γὰρ ἐπιγινώσκοντες καὶ παντὸς πεῖραν εἰληφότες διὰ τὴν ἐκ παίδων τοῖς ἔθεσι καὶ νομίμοις συντροφίαν οὐ τὸ λεγόμενον θαυμάσουσιν ἀλλὰ τὸ παραλειπόμενον ἐπιζητήσουσιν,
なぜなら、彼らは子供の時から慣習や法制度とともに育ってきたために、すべてを知り、すべての経験を有しており、語られていることに感嘆するのではなく、省略されているものを探し求めるであろうからである。
§6.11.5οὐδὲ κατὰ πρόθεσιν ὑπολήψονται τὸν γράφοντα παραλιπεῖν τὰς μικρὰς διαφοράς, ἀλλὰ κατʼ ἄγνοιαν παρασιωπᾶν τὰς ἀρχὰς καὶ τὰ συνέχοντα τῶν πραγμάτων.
また彼らは、執筆者が意図的に些細な違いを省略したとは看做さず、むしろ無知のゆえに、物事の起源や根幹をなす事柄を黙殺しているのだと受け止めるであろう。
§6.11.6καὶ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρεργα, παραλειπόμενα δʼ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δοκεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγγραφέων.
そして、それらが語られていたとすれば、些細で本質的でないものとして感嘆しなかったであろうに、省略されると、それらを不可欠なものとして探し求めるのである。 それは、彼ら自身が歴史家よりも多くを知っているように見せたいがためである。
§6.11.7δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας, ἀλλʼ ἐκ τῶν λεγομένων,
しかし、優れた批評家は、省略された事柄からではなく、語られている事柄から執筆者を判定すべきである。
§6.11.8κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, εἰδέναι διότι κἀκεῖνα παραλείπεται διʼ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ λεγόμενον ἀληθὲς ᾖ, συγχωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐ κατʼ ἄγνοιαν.
もしそれらの中に何か偽りを見出すなら、あの省略された事柄もまた無知のゆえに省略されたのだと知るべきであり、もし語られていることすべてが真実であるならば、あの省略された事柄もまた無知からではなく、思慮深い判断に基づいて黙殺されたのだと認めるべきである。
[εχξ. ϝατ. π. 371μ. 25, 6η; δεῖ δὲ τὸν λιν. 12 — ἄγνοιαν λιν. 18 ηαβετ ξοδ. υρβ. φολ. 65 ξυμ ϝι, 10, 14 αρξτε ξοηαερεντια; εχξ. αντ. π. 177. ] §6.11.9ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοτιμότερον ἢ δικαιότερον ἐπιτιμῶντας τοῖς συγγραφεῦσιν.
[εχξ. ϝατ. π. 371μ. 25, 6η; δεῖ δὲ τὸν λιν. 12 — ἄγνοιαν λιν. 18 ηαβετ ξοδ. υρβ. φολ. 65 ξυμ ϝι, 10, 14 αρξτε ξοηαερεντια; εχξ. αντ. π. 177.] さて、これらのことは、歴史家たちを公正さというよりは虚栄心から非難する人々に対して、私から言われたこととしておこう。
[εχξ. ϝατ. π. 372μ. 25, 30η. ] §6.11.10ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμήσεις·
[εχξ. ϝατ. π. 372μ. 25, 30η.] すべての事柄は、その状況とともに考察されるならば、賛同も批判もともに健全なものとして受け止められる。
μεταπεσόντος δὲ τούτου καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρετόν, ἀλλʼ οὐδʼ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον.
しかし、これが変化し、他の状況と比較されるときには、歴史家たちによってしばしば極めて優れ、かつ極めて真実にかなって語られたことが、好ましいと思われるどころか、容認しがたいものとしてさえ見えるであろうということ。
[ιβιδ. ] §6.11.11ἦν μὲν δὴ τρία μέρη τὰ κρατοῦντα τῆς πολιτείας, ἅπερ εἶπα πρότερον ἅπαντα·
[ιβιδ.] さて、国制を支配していた要素は、私が以前すべて述べた通り三つの部分であった。
οὕτως δὲ πάντα κατὰ μέρος ἴσως καὶ πρεπόντως συνετέτακτο καὶ διῳκεῖτο διὰ τούτων ὥστε μηδένα ποτʼ ἂν εἰπεῖν δύνασθαι βεβαίως μηδὲ τῶν ἐγχωρίων πότερʼ ἀριστοκρατικὸν τὸ πολίτευμα σύμπαν ἢ δημοκρατικὸν ἢ μοναρχικόν.
そして、すべての部分部分がこれらを通じて、非常に均等かつ適切に組織され、管理されていたので、在地の者でさえ、国制全体がはたして貴族政なのか、民主政なのか、それとも君主政なのかを確信を持って言うことができなかったほどである。
§6.11.12καὶ τοῦτʼ εἰκὸς ἦν πάσχειν.
そして、そのように感じられるのは当然のことであった。
ὅτε μὲν γὰρ εἰς τὴν τῶν ὑπάτων ἀτενίσαιμεν ἐξουσίαν, τελείως μοναρχικὸν ἐφαίνετʼ εἶναι καὶ βασιλικόν, ὅτε δʼ εἰς τὴν τῆς συγκλήτου, πάλιν ἀριστοκρατικόν· καὶ μὴν εἰ τὴν τῶν πολλῶν ἐξουσίαν θεωροίη τις, ἐδόκει σαφῶς εἶναι δημοκρατικόν.
というのも、執政官たちの権力に目を向けるときには、完全に君主政的であり王政的であるように見え、元老院のそれに目を向けるときには、逆に貴族政的であり、さらに民衆の権力を考察するならば、明らかに民主政的であると思われたからである。
§6.11.13ὧν δʼ ἕκαστον εἶδος μερῶν τῆς πολιτείας ἐπεκράτει, καὶ τότε καὶ νῦν ἔτι πλὴν ὀλίγων τινῶν ταῦτʼ ἐστίν.
これら国制の各部分がそれぞれ支配していた事柄は、当時も、そして現在でも、いくつかのわずかな例外を除いて、次の通りである。