Humanitext Reader

波利比奥斯 · 历史 §6.11.1-6.11.13

汉尼拔战争时期的罗马政体与混合要素

第 488 段,共 1311 段 · 希腊语

内容简介

在论述汉尼拔战争时期罗马政体的完备性以及历史记载中取舍细节的标准之后,作者说明了罗马政体是完美结合了君主制、贵族制和民主制三种要素的混合政体。

§6.11.1## ϝ. δε ρομανορυμ ρε πυβλιξα φλορεντε ὅτι ἀπὸ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα καὶ τριάκοντα ἔτεσιν ὕστερον ἀπὸ τούτων τῶν καιρῶν ἀεὶ τῶν κατὰ μέρος προδιευκρινουμένων ἦν καὶ κάλλιστον καὶ τέλειον ἐν τοῖς Ἀννιβιακοῖς καιροῖς, ἀφʼ ὧν ἡμεῖς εἰς ταῦτα τὴν ἐκτροπὴν ἐποιησάμεθα.
¦v. de romanorum re publica florente¦ 薛西斯入侵希腊之后,以及自那之后三十年,在各个局部细节不断预先调整的过程中,政体在汉尼拔战争时期达到了最完美和最完备的状态,而我们正是从该时期开始转入对这些问题的探讨。
§6.11.2διὸ καὶ τὸν ὑπὲρ τῆς συστάσεως αὐτοῦ λόγον ἀποδεδωκότες πειρασόμεθα νῦν ἤδη διασαφεῖν ὁποῖόν τι κατʼ ἐκείνους ὑπῆρχε τοὺς καιρούς, ἐν οἷς λειφθέντες τῇ περὶ Κάνναν μάχῃ τοῖς ὅλοις ἔπταισαν πράγμασιν.
因此,既然我们已经完成了关于政体建立的论述,现在我们将努力阐明,在他们在坎尼战役中惨败、国家整体陷入危机的那个时代,政体处于何种状态。
§6.11.3οὐκ ἀγνοῶ δὲ διότι τοῖς ἐξ αὐτῆς τῆς πολιτείας ὁρμωμένοις ἐλλιπεστέραν φανησόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν, ἔνια παραλιπόντες τῶν κατὰ μέρος·
我并非不知道,对于那些土生土长于该政体之中的人来说,我们因为省略了某些局部细节,会显得解释得不够充分。
§6.11.4πᾶν γὰρ ἐπιγινώσκοντες καὶ παντὸς πεῖραν εἰληφότες διὰ τὴν ἐκ παίδων τοῖς ἔθεσι καὶ νομίμοις συντροφίαν οὐ τὸ λεγόμενον θαυμάσουσιν ἀλλὰ τὸ παραλειπόμενον ἐπιζητήσουσιν, §6.11.5οὐδὲ κατὰ πρόθεσιν ὑπολήψονται τὸν γράφοντα παραλιπεῖν τὰς μικρὰς διαφοράς, ἀλλὰ κατʼ ἄγνοιαν παρασιωπᾶν τὰς ἀρχὰς καὶ τὰ συνέχοντα τῶν πραγμάτων.
因为他们从小与风俗和法律共同成长,对一切都了如指掌并有着切身体会,所以他们不会对所说的内容感到惊叹,反而会寻找被遗漏的部分;他们不会认为作者是故意省略了细微的差异,而会认为他是因为无知而对事情的起源和核心要素保持了沉默。
§6.11.6καὶ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρεργα, παραλειπόμενα δʼ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δοκεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγγραφέων.
而且,如果这些内容被说出来,他们会因为觉得它们微不足道且无足轻重而不予赞赏;但如果被省略,他们又会视其为不可或缺而加以寻找,这无非是想显得自己比历史学家知道得更多。
§6.11.7δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας, ἀλλʼ ἐκ τῶν λεγομένων,
然而,优秀的评判者不应当根据被省略的内容来评价作者,而应当根据已说出的内容。
§6.11.8κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, εἰδέναι διότι κἀκεῖνα παραλείπεται διʼ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ λεγόμενον ἀληθὲς ᾖ, συγχωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐ κατʼ ἄγνοιαν.
如果在此类已说出的内容中发现了任何谬误,就应当明白那些被省略的内容也是由于无知而被遗漏的;但如果所有已说出的内容都是真实的,就应当承认那些内容同样是基于深思熟虑的判断而保持沉默,而非由于无知。
[εχξ. ϝατ. π. 371μ. 25, 6η; δεῖ δὲ τὸν λιν. 12 — ἄγνοιαν λιν. 18 ηαβετ ξοδ. υρβ. φολ. 65 ξυμ ϝι, 10, 14 αρξτε ξοηαερεντια; εχξ. αντ. π. 177. ] §6.11.9ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοτιμότερον ἢ δικαιότερον ἐπιτιμῶντας τοῖς συγγραφεῦσιν.
[εχξ. ϝατ. π. 371μ. 25, 6η; δεῖ δὲ τὸν λιν. 12 — ἄγνοιαν λιν. 18 ηαβετ ξοδ. υρβ. φολ. 65 ξυμ ϝι, 10, 14 αρξτε ξοηαερεντια; εχξ. αντ. π. 177.] 那么,这些话就当作是我对那些出于虚荣而非出于公正指责历史学家的人所说的话吧。
[εχξ. ϝατ. π. 372μ. 25, 30η. ] §6.11.10ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμήσεις· μεταπεσόντος δὲ τούτου καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρετόν, ἀλλʼ οὐδʼ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον.
[εχξ. ϝατ. π. 372μ. 25, 30η.] 任何事物若结合其时机来考察,其赞同与批评都会得到健康的理解;然而,一旦此时机发生变化,并与其他境况相比较,历史学家们屡屡以极优秀且最真实的方式所说的话,不仅不会显得可取,甚至会显得无法容忍。
[ιβιδ. ] §6.11.11ἦν μὲν δὴ τρία μέρη τὰ κρατοῦντα τῆς πολιτείας, ἅπερ εἶπα πρότερον ἅπαντα· οὕτως δὲ πάντα κατὰ μέρος ἴσως καὶ πρεπόντως συνετέτακτο καὶ διῳκεῖτο διὰ τούτων ὥστε μηδένα ποτʼ ἂν εἰπεῖν δύνασθαι βεβαίως μηδὲ τῶν ἐγχωρίων πότερʼ ἀριστοκρατικὸν τὸ πολίτευμα σύμπαν ἢ δημοκρατικὸν ἢ μοναρχικόν.
[ιβιδ.] 当时主导政体的确有三个部分,正如我之前全部说过的那样;而通过这些部分,所有的局部细节都得到了如此均衡且恰当的组织和管理,以至于任何本地人也绝不能确信地说明,整个政体到底是贵族制、民主制还是君主制。
§6.11.12καὶ τοῦτʼ εἰκὸς ἦν πάσχειν.
而产生这种感觉也是合乎情理的。
ὅτε μὲν γὰρ εἰς τὴν τῶν ὑπάτων ἀτενίσαιμεν ἐξουσίαν, τελείως μοναρχικὸν ἐφαίνετʼ εἶναι καὶ βασιλικόν, ὅτε δʼ εἰς τὴν τῆς συγκλήτου, πάλιν ἀριστοκρατικόν· καὶ μὴν εἰ τὴν τῶν πολλῶν ἐξουσίαν θεωροίη τις, ἐδόκει σαφῶς εἶναι δημοκρατικόν.
因为每当我们注视执政官的权力时,它显得完全是君主制和王权的;而当注视元老院的权力时,又显得是贵族制;再者,如果有人审视民众的权力,它显然又似乎是民主制。
§6.11.13ὧν δʼ ἕκαστον εἶδος μερῶν τῆς πολιτείας ἐπεκράτει, καὶ τότε καὶ νῦν ἔτι πλὴν ὀλίγων τινῶν ταῦτʼ ἐστίν.
至于这政体的各个部分分别主导哪些事物,无论在当时还是在今天,除了少数例外,情况如下。

词汇与语法注释

  1. §6.11.1ἦν — 动词 ἦν 的主语根据上下文(尤其是第6卷的主题罗马政体)应当补出为 ἡ πολιτεία。
  2. §6.11.1τῶν κατὰ μέρος προδιευκρινουμένων — 属格独立分词结构,描述了随时间推移而发生的情况。动词 προδιευκρινέω 意为“预先逐步调整或确定”。
  3. §6.11.3φανησόμεθα ποιεῖσθαι — 动词 φαίνομαι 搭配不定式(ποιεῖσθαι),表示“我们似乎将要做……”(与搭配分词表示“我们显然在做……”相区别)。
  4. §6.11.6οὐκ ἂν ἐθαύμαζον — 虚词 ἄν 搭配直陈式未完成过去时表示反事实条件(“如果被说出来,他们原本不会赞赏”)。它与紧接着的现在时直陈式 ἐπιζητοῦσιν(“他们寻找”)形成对比,突出了假设与现实的区别。
  5. §6.11.12εἰκὸς ἦν πάσχειν — 无人称句 εἰκός ἐστι(理所当然)的过去时形式。不定式 πάσχειν(遭受、经历)在此处意为“产生特定的(困惑或惊叹等)情感或印象”。

引用这一段

波利比奥斯, 历史 §6.11.1-6.11.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.11.1-6.11.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。