§5.96.1κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγήτας ὁ τῶν Αἰτωλῶν στρατηγὸς συναγαγὼν πανδημεὶ τοὺς Αἰτωλοὺς ἐλεηλάτησε μὲν τὴν τῶν Ἀκαρνάνων χώραν, ἐπεπορεύθη δὲ πορθῶν πᾶσαν ἀδεῶς τὴν Ἤπειρον.
同じ頃、アイトリア人の将軍アゲタスは、アイトリア人を総動員して集め、アカルナニア人の土地を略奪し、エペイロス全域を何ら恐れることなく略奪しながら行軍した。
§5.96.2οὗτος μὲν οὖν ταῦτα πράξας ἐπανελθὼν διαφῆκε τοὺς Αἰτωλοὺς ἐπὶ τὰς πόλεις.
こうして彼はこれらを実行したのち帰還し、アイトリア人たちをそれぞれの都市へと解散させた。
§5.96.3οἱ δʼ Ἀκαρνᾶνες ἀντεμβαλόντες εἰς τὴν Στρατικὴν καὶ πανικῷ περιπεσόντες αἰσχρῶς μέν, ἀβλαβῶς γε μὴν ἐπανῆλθον, οὐ τολμησάντων αὐτοὺς ἐπιδιῶξαι τῶν ἐκ τοῦ Στράτου διὰ τὸ νομίζειν ἐνέδρας ἕνεκα ποιεῖσθαι τὴν ἀποχώρησιν.
アカルナニア人たちはストラトス地方に報復の侵入を行ったものの、パニックに陥り、恥ずべき形ではあったが無傷で退却した。 ストラトスの住民たちが、この撤退を待ち伏せのために行っているのだと考え、彼らを追撃する勇気を持たなかったためである。
§5.96.4ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον.
また、ファノテウスの周辺でも次のような方法で、裏切りに対する裏切りが起こった。
Ἀλέξανδρος ὁ τεταγμένος ἐπὶ τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπʼ αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως·
フィリッポスによってフォキス地方の守備に任じられていたアレクサンドロスが、自身によってファノテウスの都市の防衛に任じられていたイアソンという男を通じて、アイトリア人に対する策略をめぐらせたのである。
§5.96.5ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους ἐποιήσατο καὶ συνθήκας.
このイアソンは、アイトリア人の将軍アゲタスに使者として連絡をとり、ファノテウスにある砦を彼らに引き渡すことを約束し、これについて誓約と協定を結んだ。
§5.96.6παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας ὁ μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰτωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δʼ ἐπιτηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν ἄκραν,
指定された日になると、アゲタスは夜間にアイトリア人を率いてファノテウスへとやって来て、残りの兵は離れた場所に隠して留まり、最も適した百人を選び抜いて砦へと派遣した。
§5.96.7ὁ δʼ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς τὴν ἀκρόπολιν.
一方イアソンは、アレクサンドロスを兵士たちとともに市内で待機させておき、その若者たちを受け入れると、誓約に従って彼ら全員をアクロポリスの中へと入れた。
§5.96.8τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, ὁ δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις.
アレクサンドロスの部下たちが直ちに突入したため、選り抜かれたアイトリア人たちは捕らえられ、アゲタスは夜が明けると事態を察知して再び軍を撤退させた。 彼は、自らがしばしば行っていたことと無関係ではない事態に遭遇したのである。