Humanitext Reader

波利比奥斯 · 历史 §5.96.1-5.96.8

阿盖塔斯的掠夺与法诺特乌斯的伏击计

第 460 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚将军阿盖塔斯掠夺阿卡纳尼亚和伊庇鲁斯,阿卡纳尼亚人的反击宣告失败。同时,在法诺特乌斯,亚历山大成功实施反间计,通过假投降诱捕了埃托利亚的精兵。

§5.96.1κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγήτας ὁ τῶν Αἰτωλῶν στρατηγὸς συναγαγὼν πανδημεὶ τοὺς Αἰτωλοὺς ἐλεηλάτησε μὲν τὴν τῶν Ἀκαρνάνων χώραν, ἐπεπορεύθη δὲ πορθῶν πᾶσαν ἀδεῶς τὴν Ἤπειρον.
大约在同一时间,埃托利亚人的将军阿盖塔斯动员并召集了全体埃托利亚人,不仅劫掠了阿卡纳尼亚人的土地,而且毫无畏惧地一路上进行着掠夺,穿过了整个伊庇鲁斯。
§5.96.2οὗτος μὲν οὖν ταῦτα πράξας ἐπανελθὼν διαφῆκε τοὺς Αἰτωλοὺς ἐπὶ τὰς πόλεις.
于是,他在完成了这些行动后返回,并将埃托利亚人遣散回各自的城市。
§5.96.3οἱ δʼ Ἀκαρνᾶνες ἀντεμβαλόντες εἰς τὴν Στρατικὴν καὶ πανικῷ περιπεσόντες αἰσχρῶς μέν, ἀβλαβῶς γε μὴν ἐπανῆλθον, οὐ τολμησάντων αὐτοὺς ἐπιδιῶξαι τῶν ἐκ τοῦ Στράτου διὰ τὸ νομίζειν ἐνέδρας ἕνεκα ποιεῖσθαι τὴν ἀποχώρησιν.
而阿卡纳尼亚人则报复性地入侵了斯特拉图斯地区,却陷入了恐慌,虽虽狼狈但未受损失地退回了,因为斯特拉图斯的居民认为他们撤退是为了设下埋伏,因而不敢追击他们。
§5.96.4ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον.
此外,在法诺特乌斯周围,也以如下方式发生了一起针对背叛的背叛。
Ἀλέξανδρος ὁ τεταγμένος ἐπὶ τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπʼ αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως·
被菲利普派往福基斯地区驻守的亚历山大,通过一个名叫伊阿宋的人,策划了针对埃托利亚人的计谋;这名伊阿宋正是被亚历山大自己派往守卫法诺特乌斯城的。
§5.96.5ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους ἐποιήσατο καὶ συνθήκας.
伊阿宋派人前往埃托利亚人的将军阿盖塔斯那里,承诺将法诺特乌斯的堡垒移交给他们,并为此立下了誓言、缔结了协定。
§5.96.6παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας ὁ μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰτωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δʼ ἐπιτηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν ἄκραν,
到了约定的日子,阿盖塔斯在夜间率领埃托利亚人来到法诺特乌斯,他将余部隐藏在远处等待,自己则挑选了最合适的百名精兵,派遣他们前往堡垒。
§5.96.7ὁ δʼ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς τὴν ἀκρόπολιν.
而伊阿宋则让亚历山大和士兵们在城中准备就绪,他接纳了那些年轻人,并按照誓言将他们全部带进了卫城。
§5.96.8τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, ὁ δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις.
随着亚历山大的人马立即冲入,选出的埃托利亚精兵被悉数俘获。 而天亮后,阿盖塔斯明白了所发生的事情,再次带领军队撤回,他所遭遇的事情与他自己经常对别人做的事情并无二致。

词汇与语法注释

  1. §5.96.3διὰ τὸ νομίζειν ἐνέδρας ἕνεκα ποιεῖσθαι τὴν ἀποχώρησιν — 这是一个冠词不定式结构。不定式 νομίζειν(认为)的逻辑主语是前文属格独立结构的主体 τῶν ἐκ τοῦ Στράτου(斯特拉图斯的居民)。而作为其宾语的从属不定式短语 ποιεῖσθαι τὴν ἀποχώρησιν(进行撤退)的逻辑主语则是阿卡纳尼亚人(αὐτοὺς),因语境明确而在不定式中被省略。
  2. §5.96.8οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκῶς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις — 短语 οὐκ ἀνοικείῳ(并非不相干/并非不熟悉)是一种缓叙法(litotes),用双重否定强调肯定,即“极为相似”或“再熟悉不过”。形容词 ἀνοικείῳ 支配与格 τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις(他自己经常做的事情)。这表达了一种强烈的讽刺,即阿盖塔斯自己如今落入了其过去经常施加于他人的那种阴谋与背叛之中。

引用这一段

波利比奥斯, 历史 §5.96.1-5.96.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.96.1-5.96.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。