§5.89.1Συρακοσίων.
シラクサ人の[民衆によって]。
ἐπηγγείλατο δὲ καὶ Πτολεμαῖος αὐτοῖς ἀργυρίου τάλαντα τριακόσια καὶ σίτου μυριάδας ἀρταβῶν ἑκατόν, ξύλα δὲ ναυπηγήσιμα δέκα πεντήρων καὶ δέκα τριήρων, πευκίνων τετραγώνων πήχεις ἐμμέτρους τετρακισμυρίους,
また、プトレマイオスも彼らに対して、銀三百タラントン、穀物百万アルタベ、五段櫂船十隻と三段櫂船十隻分の造船用木材、および四角く削った松の木材四万規定キュビットを約束した。
§5.89.2καὶ χαλκοῦ νομίσματος τάλαντα χίλια, στυππίου τρισχίλιʼ, ὀθονίων ἱστοὺς τρισχιλίους, §5.89.3εἰς τὴν τοῦ κολοσσοῦ κατασκευὴν τάλαντα τρισχίλιʼ, οἰκοδόμους ἑκατόν, ὑπουργοὺς τριακοσίους καὶ πεντήκοντα, καὶ τούτοις καθʼ ἕκαστον ἔτος εἰς ὀψώνιον τάλαντα δεκατέτταρα,
さらに、銅貨千タラントン、粗麻三千タラントン、亜麻布三千反、巨像の再建のために三千タラントン、百人の建築工、三百五十人の助手を約束し、また、これら職人たちへの毎年の給与として十四タラントンを約束した。
§5.89.4πρὸς δὲ τούτοις εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας ἀρτάβας σίτου μυρίας δισχιλίας, καὶ μὴν εἰς σιτομετρίαν δέκα τριήρων ἀρτάβας δισμυρίας.
さらに、これらに加えて競技会と犠牲祭のために穀物一万二千アルタベを、そして三段櫂船十隻の食糧配給のために二万アルタベを約束した。
§5.89.5καὶ τούτων ἔδωκε τὰ μὲν πλεῖστα παραχρῆμα, τοῦ δʼ ἀργυρίου παντὸς τὸ τρίτον μέρος.
そして彼は、これらのうち大部分を直ちに与え、銀についてはその全額の三分の一を与えた。
§5.89.6παραπλησίως Ἀντίγονος ξύλʼ ἀφʼ ἑκκαιδεκαπήχους ἕως ὀκταπήχους εἰς σφηκίσκων λόγον μύρια, στρωτῆρας ἑπταπήχεις πεντακισχιλίους, σιδήρου τάλαντα τρισχίλια, πίττης τάλαντα χίλιʼ, ἄλλης ὠμῆς μετρητὰς χιλίους, ἀργυρίου πρὸς τούτοις ἑκατὸν ἐπηγγείλατο τάλαντα,
同様に、アンティゴノスは、垂木の用途として十六キュビットから八キュビットまでの長さの木材一万本、七キュビットの梁五千本、鉄三千タラントン、ピッチ千タラントン、さらに未精製のピッチ千メトレテスを約束し、これに加えて銀百タラントンを約束した。
§5.89.7Χρυσηὶς δʼ ἡ γυνὴ δέκα μὲν σίτου μυριάδας, τρισχίλια δὲ μολίβδου τάλαντα.
彼の妻クリュセイスは、穀物十万アルタベと鉛三千タラントンを約束した。
§5.89.8Σέλευκος δʼ ὁ πατὴρ Ἀντιόχου χωρὶς μὲν ἀτέλειαν τοῖς εἰς τὴν αὑτοῦ βασιλείαν πλοϊζομένοις, χωρὶς δὲ πεντήρεις μὲν δέκα κατηρτισμένας, σίτου δʼ εἴκοσι μυριάδας, §5.89.9καὶ μὴν ξύλων καὶ ῥητίνης καὶ τριχὸς μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας.
アンティオコスの父セレウコスは、一方で、自らの王国へと航行する者たちに対する免税権を別に与え、他方で、完全装備の五段櫂船十隻、穀物二十万アルタベを別に与え、さらに、木材、樹脂、獣毛を数万キュビットおよび数千タラントン約束した。