§5.88.1Ῥόδιοι δὲ κατὰ τοὺς προειρημένους καιροὺς ἐπειλημμένοι τῆς ἀφορμῆς τῆς κατὰ τὸν σεισμὸν τὸν γενόμενον παρʼ αὐτοῖς βραχεῖ χρόνῳ πρότερον, ἐν ᾧ συνέβη τόν τε κολοσσὸν τὸν μέγαν πεσεῖν καὶ τὰ πλεῖστα τῶν τειχῶν καὶ τῶν νεωρίων, §5.88.2οὕτως ἐχείριζον νουνεχῶς καὶ πραγματικῶς τὸ γεγονὸς ὡς μὴ βλάβης, διορθώσεως δὲ μᾶλλον, αὐτοῖς αἴτιον γενέσθαι τὸ σύμπτωμα.
ロドス島の人々は、上述の時期に、少し前に彼らの間で発生した地震の機会を捉え、その地震においては、あの巨大な巨像が倒れ、城壁や造船所の大部分が崩壊したのであるが、彼らはこの出来事をきわめて賢明かつ実務的に処理したため、この災難は彼らにとって被害ではなく、むしろ復興の契機となったのである。
§5.88.3τοσοῦτον ἄγνοια καὶ ῥᾳθυμία διαφέρει παρʼ ἀνθρώποις ἐπιμελείας καὶ φρονήσεως περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας, ὥστε τοῖς μὲν καὶ τὰς ἐπιτυχίας βλάβην ἐπιφέρειν, τοῖς δὲ καὶ τὰς περιπετείας ἐπανορθώσεως γίνεσθαι παραιτίας.
私生活においても国家の政体においても、人間の間では無知や怠惰と、入念さや思慮深さとの間にこれほどの違いがあるため、前者の人々には成功さえも害をもたらし、後者の人々には不運さえも修復の間接的な原因となるのである。
§5.88.4οἱ γοῦν Ῥόδιοι τότε παρὰ τὸν χειρισμὸν τὸ μὲν σύμπτωμα ποιοῦντες μέγα καὶ δεινόν, αὐτοὶ δὲ σεμνῶς καὶ προστατικῶς κατὰ τὰς πρεσβείας χρώμενοι ταῖς ἐντεύξεσι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις, εἰς τοῦτʼ ἤγαγον τὰς πόλεις, καὶ μάλιστα τοὺς βασιλεῖς, ὥστε μὴ μόνον λαμβάνειν δωρεὰς ὑπερβαλλούσας, ἀλλὰ καὶ χάριν προσοφείλειν αὐτοῖς τοὺς διδόντας.
ともあれ、当時のロドス島の人々は、事態の処理にあたって、災害を重大かつ恐るべきものとして描く一方で、使節団においては会見や個別の会談を荘重かつ威厳をもって行い、諸都市、とりわけ諸王を次のような状態へと導いた。 すなわち、彼らは莫大な寄付を受け取っただけでなく、贈る側の者たちが彼らに対してさらに感謝の債務を負っていると感じるほどにしたのである。
§5.88.5Ἱέρων γὰρ καὶ Γέλων οὐ μόνον ἔδωκαν ἑβδομήκοντα καὶ πέντʼ ἀργυρίου τάλαντα πρὸς τὴν εἰς τὸ ἔλαιον τοῖς ἐν τῷ γυμνασίῳ χορηγίαν, τὰ μὲν παραχρῆμα, τὰ δʼ ἐν χρόνῳ βραχεῖ παντελῶς, ἀλλὰ καὶ λέβητας ἀργυροῦς καὶ βάσεις τούτων καί τινας ὑδρίας ἀνέθεσαν,
実際、ヒエロンとゲロンは、体育場にいる若者たちの油の供給のために、七十五タラントンの銀を、一部は直ちに、残りは極めて短期間のうちに与えただけでなく、銀製の釜とその台座、およびいくつかの水瓶を奉納した。
§5.88.6πρὸς δὲ τούτοις εἰς τὰς θυσίας δέκα τάλαντα καὶ τὴν ἐπαύξησιν τῶν πολιτῶν ἄλλα δέκα, χάριν τοῦ τὴν πᾶσαν εἰς ἑκατὸν τάλαντα γενέσθαι δωρεάν.
さらにこれらに加えて、生贄のために十タラントンを、市民の福祉のためにさらに十タラントンを与えたが、これは寄付の総額を百タラントンにするためであった。
§5.88.7καὶ μὴν ἀτέλειαν τοῖς πρὸς αὐτοὺς πλοϊζομένοις ἔδοσαν καὶ πεντήκοντα καταπέλτας τριπήχεις.
さらに彼らは、自分たちの方へと航行してくる者たちに対して免税権を与え、三ペーキュスの大きさのカタパルト五十基を贈った。
§5.88.8καὶ τελευταῖον τοσαῦτα δόντες, ὡς προσοφείλοντες χάριν, ἔστησαν ἀνδριάντας ἐν τῷ τῶν Ῥοδίων δείγματι, στεφανούμενον τὸν δῆμον τῶν Ῥοδίων ὑπὸ τοῦ δήμου τοῦ
そして最後には、これほど多くのものを与えながらも、まるでなお感謝の債務を負っているかのように、ロドス市民の交易所(デイグマ)に、の民衆によって戴冠されるロドス民衆を表す像を建てた。