§5.88.1Ῥόδιοι δὲ κατὰ τοὺς προειρημένους καιροὺς ἐπειλημμένοι τῆς ἀφορμῆς τῆς κατὰ τὸν σεισμὸν τὸν γενόμενον παρʼ αὐτοῖς βραχεῖ χρόνῳ πρότερον, ἐν ᾧ συνέβη τόν τε κολοσσὸν τὸν μέγαν πεσεῖν καὶ τὰ πλεῖστα τῶν τειχῶν καὶ τῶν νεωρίων, §5.88.2οὕτως ἐχείριζον νουνεχῶς καὶ πραγματικῶς τὸ γεγονὸς ὡς μὴ βλάβης, διορθώσεως δὲ μᾶλλον, αὐτοῖς αἴτιον γενέσθαι τὸ σύμπτωμα.
而罗得斯人在上述时期,利用了不久前在他们那里发生的大地震所带来的契机——在那次地震中,巨大的巨像倒塌,大部分城墙和船坞也随之损毁—— 他们如此聪明而务实地处理了这一事件,以至于这一灾难对他们而言非但没有带来损害,反而成为了复兴的契机。
§5.88.3τοσοῦτον ἄγνοια καὶ ῥᾳθυμία διαφέρει παρʼ ἀνθρώποις ἐπιμελείας καὶ φρονήσεως περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας, ὥστε τοῖς μὲν καὶ τὰς ἐπιτυχίας βλάβην ἐπιφέρειν, τοῖς δὲ καὶ τὰς περιπετείας ἐπανορθώσεως γίνεσθαι παραιτίας.
在个人生活和国家政治中,人们的愚昧、懒惰与细心、睿智之间竟有如此巨大的差别,以至于对前者而言,连成功都会带来伤害;而对后者而言,连逆境都会成为复原的诱因。
§5.88.4οἱ γοῦν Ῥόδιοι τότε παρὰ τὸν χειρισμὸν τὸ μὲν σύμπτωμα ποιοῦντες μέγα καὶ δεινόν, αὐτοὶ δὲ σεμνῶς καὶ προστατικῶς κατὰ τὰς πρεσβείας χρώμενοι ταῖς ἐντεύξεσι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις, εἰς τοῦτʼ ἤγαγον τὰς πόλεις, καὶ μάλιστα τοὺς βασιλεῖς, ὥστε μὴ μόνον λαμβάνειν δωρεὰς ὑπερβαλλούσας, ἀλλὰ καὶ χάριν προσοφείλειν αὐτοῖς τοὺς διδόντας.
总之,当时的罗得斯人在处理此事时,一方面把这场灾难描绘得重大而可怕,另一方面在派遣使节时,以庄重而有威严的态度进行会晤和私下谈话,从而引导各城市、特别是各国国王达到了这样一种状态:他们不仅接受了极其丰厚的赠礼,甚至连赠予者都觉得对他们欠下了一份额外的人情。
§5.88.5Ἱέρων γὰρ καὶ Γέλων οὐ μόνον ἔδωκαν ἑβδομήκοντα καὶ πέντʼ ἀργυρίου τάλαντα πρὸς τὴν εἰς τὸ ἔλαιον τοῖς ἐν τῷ γυμνασίῳ χορηγίαν, τὰ μὲν παραχρῆμα, τὰ δʼ ἐν χρόνῳ βραχεῖ παντελῶς, ἀλλὰ καὶ λέβητας ἀργυροῦς καὶ βάσεις τούτων καί τινας ὑδρίας ἀνέθεσαν, §5.88.6πρὸς δὲ τούτοις εἰς τὰς θυσίας δέκα τάλαντα καὶ τὴν ἐπαύξησιν τῶν πολιτῶν ἄλλα δέκα, χάριν τοῦ τὴν πᾶσαν εἰς ἑκατὸν τάλαντα γενέσθαι δωρεάν.
事实上,希伦与格隆不仅为体育馆中人们的用油资助了七十五银塔兰同——其中一部分是立即支付,另一部分在极短的时间内全部付清——而且还奉献了银质的釜及其底座以及一些水罐,此外,他们还为祭祀提供了十塔兰同,并为市民的福祉提供了另外十塔兰同,以便使整个赠礼达到一百塔兰同。
§5.88.7καὶ μὴν ἀτέλειαν τοῖς πρὸς αὐτοὺς πλοϊζομένοις ἔδοσαν καὶ πεντήκοντα καταπέλτας τριπήχεις.
不仅如此,他们还向航行至他们那里的商旅免除了关税,并赠送了五十台三肘宽的弩炮。
§5.88.8καὶ τελευταῖον τοσαῦτα δόντες, ὡς προσοφείλοντες χάριν, ἔστησαν ἀνδριάντας ἐν τῷ τῶν Ῥοδίων δείγματι, στεφανούμενον τὸν δῆμον τῶν Ῥοδίων ὑπὸ τοῦ δήμου τοῦ
最后,在赠予了这么多东西之后,他们仿佛仍觉得欠下人情一般,在罗得斯人的交易所中竖立了雕像,展现了罗得斯人民正接受……人民加冕的场景。