§5.8.1ἀνύσας δὲ τοὺς προειρημένους τόπους, καὶ παραγενόμενος πρὸς τὴν καλουμένην κώμην Παμφίαν, ὁμοίως καὶ ταύτην ἀσφαλισάμενος φρουρᾷ προέβαινε πρὸς τὸν Θέρμον, ὁδὸν οὐ μόνον προσάντη καὶ τραχεῖαν διαφερόντως, ἀλλὰ καὶ κρημνοὺς ἐξ ἑκατέρου τοῦ μέρους ἔχουσαν βαθεῖς,
彼は前述の地を通り抜け、パムピアと呼ばれる村に到着すると、同様にこの地も守備隊で固めた上で、テルモスへと進んでいった。 その道は単に上り坂で際立って険しいだけでなく、両側に深い崖が控えているものであった。
§5.8.2ὥστε καὶ λίαν ἐπισφαλῆ καὶ στενὴν τὴν πάροδον εἶναι κατʼ ἐνίους τόπους, τῆς πάσης ἀναβάσεως οὔσης σχεδὸν ἐπὶ τριάκοντα στάδια.
その結果、いくつかの場所では通路は非常に危険で狭くなっており、登り道の全体はほぼ三十スタディオンに及んでいた。
§5.8.3διανύσας δὲ καὶ ταύτην ἐν βραχεῖ χρόνῳ διὰ τὸ τοὺς Μακεδόνας ἐνεργὸν ποιεῖσθαι τὴν πορείαν, §5.8.4ἧκε πολλῆς ὥρας ἐπὶ τὸν Θέρμον, καὶ καταστρατοπεδεύσας ἐφῆκε τὴν δύναμιν τάς τε περιοικίδας κώμας πορθεῖν καὶ τὸ τῶν Θερμίων πεδίον ἐπιτρέχειν, ὁμοίως δὲ καὶ τὰς οἰκίας τὰς ἐν αὐτῷ τῷ Θέρμῳ διαρπάζειν, οὔσας πλήρεις οὐ μόνον σίτου καὶ τῆς τοιαύτης χορηγίας, ἀλλὰ καὶ κατασκευῆς διαφερούσης τῶν παρʼ Αἰτωλῶν.
マケドニア人が精力的に行軍を進めたため、彼はこの登り道をも短時間で通り抜け、遅い時刻にテルモスに到着した。 そして陣を敷いた後、軍勢に周辺の村々を略奪すること、およびテルモスの平原を蹂躙することを許し、また同様にテルモスそのものにある家々を略奪することを許した。 これらの家々は、穀物やそのような蓄えだけでなく、アイトリア人の間で際立って豪華な調度品で満ちていた。
§5.8.5καθʼ ἕκαστον γὰρ ἔτος ἀγοράς τε καὶ πανηγύρεις ἐπιφανεστάτας, ἔτι δὲ καὶ τὰς τῶν ἀρχαιρεσίων καταστάσεις ἐν τούτῳ τῷ τόπῳ συντελούντων, ἕκαστοι πρὸς τὰς ὑποδοχὰς καὶ τὰς εἰς ταῦτα παρασκευὰς τὰ πολυτελέστατα τῶν ἐν τοῖς βίοις ὑπαρχόντων εἰς τοῦτον ἀπετίθεντο τὸν τόπον.
というのも、アイトリア人が毎年この場所で、極めて盛大な市場や祝祭、さらには役員選挙を執り行っていたため、人々はそれぞれ、歓待やこれらの行事への準備のために、自分たちの暮らしにおける私有財産のうち最も高価なものをこの場所に保管していたからである。
§5.8.6χωρὶς δὲ τῆς χρείας καὶ τὴν ἀσφάλειαν ἤλπιζον ἐνταυθοῖ βεβαιοτάτην αὑτοῖς ὑπάρχειν, διὰ τὸ μήτε πολέμιον τετολμηκέναι μηδένα πώποτε εἰς τοὺς τόπους τούτους ἐμβαλεῖν, εἶναί τε τῇ φύσει τοιούτους ὥστε τῆς συμπάσης Αἰτωλίας οἷον ἀκροπόλεως ἔχειν τάξιν.
また、実用性に加えて、彼らはこの場所における安全が自分たちにとって最も確実なものであると期待していた。 それは、いかなる敵もかつてこの地に侵入することを企てたことがなかったためであり、また、その地勢が本来、アイトリア全土のアクロポリスのような位置づけを持つほどのものであるためであった。
§5.8.7διότιπερ εἰρηνευομένης ἐκ παλαιοῦ τῆς χώρας πλήρεις ἦσαν ἀγαθῶν πολλῶν αἵ τε περὶ τὸ ἱερὸν οἰκίαι καὶ πάντες οἱ πέριξ τόποι.
それゆえに、この地は古くから平和に保たれていたので、神殿の周りの家々もその周辺地域もすべて、多くの富で満ちていた。
§5.8.8ἐκείνην μὲν οὖν τὴν νύκτα παντοδαπῆς γέμοντες ὠφελείας αὐτοῦ κατηυλίσθησαν·
したがって、その夜、彼らはあらゆる種類の略奪品で満たされて、その場に野営した。
τῇ δʼ ἐπαύριον τῆς μὲν κατασκευῆς τὰ πολυτελέστατα καὶ τὰ δυνατὰ κομίζεσθαι διέλεγον, τὰ δὲ λοιπὰ σωρεύοντες πρὸ τῶν σκηνῶν ἐνεπίμπρασαν.
そして翌日、調度品のうち最も高価で持ち運び可能なものを選び出し、残りのものは天幕の前に積み上げて火を放った。
§5.8.9ὁμοίως δὲ καὶ τῶν ὅπλων τῶν ἐν ταῖς στοαῖς ἀνακειμένων τὰ μὲν πολυτελῆ καθαιροῦντες ἀπεκόμιζον, τινὰ δʼ ὑπήλλαττον, τὰ δὲ λοιπὰ συναθροίσαντες πῦρ ἐνέβαλον.
同様に、回廊に捧げられていた武器のうち、価値のあるものは取り外して持ち去り、一部は取り替え、残りは積み重ねて火を放った。
ἦν δὲ ταῦτα πλείω τῶν μυρίων καὶ πεντακισχιλίων.
これらは一万五千を超える数であった。