Humanitext Reader

ポリュビオス · 歴史 §5.79.1-5.79.13

ラフィアの戦いにおける両軍の兵力と編成

443 / 1311 箇所 · ギリシア語

要旨

プトレマイオスとアンティオコスの両王は、春の到来とともにラフィアの戦いに向けて軍勢を動員し、両軍の具体的な兵力と部隊編成が詳細に記録される。

§5.79.1χώρησε μετὰ τῆς δυνάμεως εἰς Πέργαμον·
軍を率いてペルガモンへと退却した。
Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, τῆς ἐαρινῆς ὥρας ἐνισταμένης, ἑτοίμας ἔχοντες τὰς παρασκευὰς ἐγίνοντο πρὸς τῷ διὰ μάχης κρίνειν τὴν ἔφοδον.
一方、アンティオコスとプトレマイオスは、春の季節が始まると、準備を整えて、戦闘によってこの侵攻に決着をつけることに専念した。
§5.79.2οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχοντες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς·
さて、プトレマイオスの軍勢は、歩兵約7万、騎兵5千、戦象73頭を擁して、アレクサンドリアから出撃した。
§5.79.3Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις.
アンティオコスは彼らの進軍を知ると、自身の軍隊を集結させた。
ἦσαν δʼ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ πεντακισχιλίους· τούτων δʼ ἅμα τὴν ἐπιμέλειαν εἶχε καὶ τὴν ἡγεμονίαν Βύττακος ὁ Μακεδών.
これらは、軽装兵の方式で武装したダーアイ人、カルマニア人、キリキア人、約5千人であり、マケドニア人ビュッタコスが彼らの監督と指揮を同時に執っていた。
§5.79.4ὑπὸ δὲ Θεόδοτον τὸν Αἰτωλὸν τὸν ποιησάμενον τὴν προδοσίαν ἦσαν ἐκ πάσης ἐκλελεγμένοι τῆς βασιλείας, καθωπλισμένοι δʼ εἰς τὸν Μακεδονικὸν τρόπον, ἄνδρες μύριοι· τούτων οἱ πλείονες ἀργυράσπιδες.
また、裏切りを行ったエトリア人テオドトスの下には、王国全土から選抜され、マケドニア方式で武装した1万人の兵がおり、その大半は銀楯兵であった。
§5.79.5τὸ δὲ τῆς φάλαγγος πλῆθος ἦν εἰς δυσμυρίους, ἧς ἡγεῖτο Νίκαρχος καὶ Θεόδοτος ὁ καλούμενος ἡμιόλιος.
ファランクスの総数は約2万であり、ニカルコスと、ヘミオリオスと呼ばれるテオドトスがこれを率いていた。
§5.79.6πρὸς δὲ τούτοις Ἀγριᾶνες καὶ Πέρσαι τοξόται καὶ σφενδονῆται δισχίλιοι.
これらに加えて、アグリアネス人とペルシア人の弓兵および投石兵が2千人。
μετὰ δὲ τούτων χίλιοι Θρᾷκες, ὧν ἡγεῖτο Μενέδημος Ἀλαβανδεύς.
彼らと共に、アラバンダ人メネデモスが率いるトラキア人1千人がいた。
§5.79.7ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου.
また、メディア人、キッシア人、カドゥシア人、カルマニア人が総数で約5千人おり、彼らにはメディア人アスパシアノスの命令に従うことが命じられていた。
§5.79.8Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ.
アラブ人と彼らの隣接住民の幾らかは約1万人であり、ザブディベロスに服従していた。
§5.79.9τῶν δʼ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θετταλός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους.
ギリシアからの傭兵はテッサリア人ヒッポロコスが率いており、その数は約5千人であった。
§5.79.10Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετʼ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ Ζέλυν τὸν Γορτύνιον ταττομένους·
クレタ人としては、エウリュロコスに伴う1千5百人を擁し、ゴルテュン人ゼリュスの下に配されたネオクレタ人1千人を擁していた。
§5.79.11οἷς ἅμα συνῆσαν ἀκοντισταὶ Λυδοὶ πεντακόσιοι καὶ Κάρδακες οἱ μετὰ Λυσιμάχου τοῦ Γαλάτου χίλιοι.
彼らと同時に、リュディア人の投槍兵5百人、およびガラティア人リュシマコスに伴うカルダケス兵1千人が加わっていた。
§5.79.12τῶν δʼ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους·
騎兵の総数は約6千人であった。
εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος ὁ τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο Θεμίσων.
王の甥アンティパトロスがそのうち4千人の指揮権を握り、残りの騎兵の上にはテミソンが配されていた。
§5.79.13καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆθος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ δυσὶ πλείω τῶν ἑκατόν.
アンティオコスの軍勢の総数は、歩兵6万2千、これに加えて騎兵6千、そして100頭より2頭多い獣であった。

語釈・文法注

  1. 5.79.1πρὸς τῷ διὰ μάχης κρίνειν — 前置詞 πρὸς と与格冠詞付き不定詞 τῷ κρίνειν の組み合わせは、「〜することに専念している」「〜する方向に向かっている」状態を表す。διὰ μάχης は「戦闘によって」という手段を示す副詞句で、不定詞を修飾している。
  2. 5.79.4ὑπὸ δὲ Θεόδοτον — 前置詞 ὑπό と対格の組み合わせは、支配や指揮下に入る、あるいはその管轄下に置かれている状態を示す。ここでは「テオドトスの指揮下に(約1万人の兵が)配されていた」という意味になり、直後の ἦσαν... ἄνδρες μύριοι に係っている。
  3. 5.79.7οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο — 動詞 ἀκούω は属格を伴って「〜の命令を聴く(服従する)」という意味になるため、Ἀσπασιανοῦ が属格支配を受けている。与格 οἷς は非人称的に用いられている受動態動詞 προσετέτακτο(〜が命じられていた)の補語であり、主語は不定詞句 ἀκούειν Ἀσπασιανοῦ である。
  4. 5.79.13δυσὶ πλείω — 与格 δυσί は比較級 πλείω(πλείονα の縮約形)に伴う「程度の差」を示す与格(差の与格)である。「100頭よりも2頭だけ多い(=102頭)」という意味になる。

この箇所を引用する

ポリュビオス, 歴史 §5.79.1-5.79.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.79.1-5.79.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。