Humanitext Reader

ポリュビオス · 歴史 §5.72.1-5.72.10

ガルシュイリスの派遣と要衝峠の確保

436 / 1311 箇所 · ギリシア語

要旨

セルゲ市民に包囲されたペドネリッソス市民はアカイオスに救援を求め、アカイオスはガルシュイリス率いる軍を派遣する。ガルシュイリスは知略を用いてセルゲ軍を欺き、交通の要衝である峠を奪取してペルゲへと向かう。

§5.72.1κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πολιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διεπέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν.
同じ夏の間に、ペドネリッソス市民は、セルゲ市民によって包囲され危機に瀕していたため、アカイオスのもとへ救援を求める使者を送った。
§5.72.2τοῦ δʼ ἀσμένως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοηθείας,
アカイオスが喜んでこれに応じたので、彼らは救援への希望にすがりつつ、勇気をもって包囲に耐え忍んだ。
§5.72.3ὁ δʼ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνηλισσεῦσιν.
一方、アカイオスは、ガルシュイリスを指名し、歩兵六千、騎兵五百とともに、ペドネリッソス市民を急ぎ救援するために派遣した。
§5.72.4οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένην Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυτῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σάπορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πάσας ἔφθειρον.
セルゲ市民は、救援軍の到来を察知すると、自軍の大部分を用いて「クリマクス」と呼ばれる場所の周辺の難所をあらかじめ占拠し、サポルダへの進入口を押さえ、すべての通路や接近経路を破壊した。
§5.72.5ὁ δὲ Γαρσύηρις, ἐμβαλὼν εἰς τὴν Μιλυάδα καὶ καταστρατοπεδεύσας περὶ τὴν καλουμένην Κρητῶν πόλιν, ἐπεὶ συνῄσθετο προκατεχομένων τῶν τόπων ἀδύνατον οὖσαν τὴν εἰς τοὔμπροσθεν πορείαν, ἐπινοεῖ τινα δόλον τοιοῦτον.
ガルシュイリスはミリャス地方に侵入し、「クレタ人の都市」と呼ばれる場所の周りに陣を敷いたが、諸地点があらかじめ占拠されており、前方への進軍が不可能であることを悟ると、次のような計略を思いついた。
§5.72.6ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους.
彼は陣を払って再び後方へと退却し、諸地点が事前占拠されているために救援を諦めたかのように装った。
οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες, §5.72.7ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατόπεδον ἀπεχώρησαν, οἱ δʼ εἰς τὴν πόλιν διὰ τὸ κατεπείγειν τὴν τοῦ σίτου κομιδήν.
セルゲ市民はこれを容易に信じ込んで、ガルシュイリスが救援を断念したと思い込み、一部の者は陣営へと退き、他の者は穀物の収穫が急がれるために都市へと戻っていった。
§5.72.8ὁ δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, ἧκε πρὸς τὰς ὑπερβολάς.
しかしガルシュイリスは、反転して急速な行軍を行い、峠に到達した。
καταλαβὼν δʼ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάντων ἐπιστήσας,
そこが放棄されているのを見つけると、彼はこれらを守備兵で固め、ファイロスを全体の指揮官に任命した。
§5.72.9αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέργην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦντας καὶ πρὸς τὴν Παμφυλίαν, §5.72.10ὑποδεικνύων μὲν τὸ τῶν Σελγέων βάρος, παρακαλῶν δὲ πάντας πρὸς τὴν Ἀχαιοῦ συμμαχίαν καὶ πρὸς τὴν βοήθειαν τοῖς
自らは軍勢とともにペルゲへと下り、そこからピシディア地方に住む他の人々やパンフィリア地方に対して使節を送り、セルゲの脅威を示し、全員に対してアカイオスとの同盟および彼らへの援助を呼びかけた。

語釈・文法注

  1. §5.72.2τοῦ δʼ ἀσμένως ὑπακούσαντος — 属格独立(absolute genitive)構文。τοῦ は先行する Ἀχαιός(アカイオス)を指す代名詞。
  2. §5.72.7ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος — 接続詞 ὡς を伴う属格独立構文。主節の主語であるセルゲ市民(οἱ δέ)が抱いた主観的な理由、あるいは思い込み(「ガルシュイリスが救援をあきらめたと思って」)を表す。
  3. §5.72.10τοῖς — このチャンクの末尾にある与格冠詞 τοῖς は、文脈上、救援の対象である「ペドネリッソス市民」(τοῖς Πεδνηλισσεῦσιν)を指している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.72.1-5.72.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.72.1-5.72.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。